Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν, «ἐπελεύσεται ἐπὶ σέ,» εἰδὼς, ὅτι ἐν τῷ Λόγῳ ἦν τὸ Πνεῦμα· εὐθὺς γοῦν συνῆψε· «Καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Τοῦ δὲ Πνεύματος ὄντος ἐν τῷ Λό γῳ, δῆλον ἂν εἴη, ὡς καὶ ἐν τῷ Θεῷ ἦν διὰ τοῦ Λόγου τὸ Πνεῦμα. Οὕτω δὲ καὶ τοῦ Πνεύματος γενομένου ἐν ἡμῖν, ἐλεύσεται ὁ Υἱὸς, καὶ ὁ Πατὴρ, καὶ μονὴν ποιή σουσιν ἐν ἡμῖν. Ἀδιαίρετος γὰρ ἡ Τριὰς, καὶ μία ταύτης ἡ θεότης· καὶ εἷς Θεὸς ἐπὶ πάντων καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Αὕτη τῆς καθολικῆς Ἐκκλη σίας ἡ πίστις· ἐν Τριάδι γὰρ αὐτὴν ἐθεμελίωσε καὶ ἐῤῥίζωσεν ὁ Κύριος, εἰρηκὼς τοῖς μαθηταῖς· «Πο ρευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Κτίσμα δὲ εἰ ἦν τὸ Πνεῦμα, οὐκ ἂν συνέταξεν αὐτὸ τῷ Πατρί· ἵνα μὴ ᾖ 26.636 ἀνόμοιος ἑαυτῇ ἡ Τριὰς, ξένου τινὸς καὶ ἀλλοτρίου συντασσομένου αὐτῇ. Τί γὰρ ἔλειπε τῷ Θεῷ, ἵνα ἀλλοτριοούσιον προσλάβηται, καὶ σὺν αὐτῷ δοξάζηται; Μὴ γένοιτο! Οὐκ ἔστιν οὕτως. «Πλήρης,» αὐτὸς εἶπεν, «εἰμί.» ∆ιὰ τοῦτο αὐτὸς ὁ Κύριος τῷ ὀνόματι τοῦ Πατρὸς αὐτὸ συνέταξεν· ἵνα δείξῃ, ὅτι οὐκ ἐκ διαφόρων, τουτέστιν ἐκ κτίστου καὶ κτίσματος, συν έστηκεν ἡ ἁγία Τριάς· ἀλλὰ μία ταύτης ἡ θεότης ἐστί. Τοῦτο μαθὼν ὁ Παῦλος, ἐδίδασκε μίαν εἶναι τὴν ἐν αὐτῇ διδομένην χάριν, λέγων· «Εἶς Κύριος, μία πί στις, ἓν βάπτισμα.» Ὥσπερ δὲ ἓν βάπτισμα, οὕτως καὶ μία πίστις· ὁ γὰρ πιστεύων εἰς τὸν Πατέρα οἶδεν ἐν τῷ Πατρὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα, οὐκ ἐκτὸς τοῦ Υἱοῦ· καὶ διὰ τοῦτο πιστεύει καὶ εἰς τὸν Υἱὸν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ καὶ μία τῆς Τριά δος ἡ θεότης, ἐξ ἑνὸς τοῦ Πατρὸς γινωσκομένη. Τῆς μὲν οὖν καθολικῆς πίστεως ὁ χαρακτὴρ οὗτος. Οἱ δὲ δυσφημοῦντες εἰς τὸ Πνεῦμα, καὶ λέγον τες αὐτὸ κτίσμα, εἰ μὴ ἐκ τῶν εἰρημένων μεταγι νώσκουσι, κἂν ἐκ τῶν λεχθησομένων αἰσχυνόμενοι καταδυέτωσαν. Εἰ Τριάς ἐστι, καὶ ἐν Τριάδι ἐστὶν ἡ πίστις, εἰπάτωσαν, εἰ ἀεὶ Τριάς ἐστιν, ἢ ἦν, ὅτε οὐκ ἦν Τριάς. Εἰ μὲν οὖν ἀΐδιός ἐστιν ἡ Τριὰς, οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀϊδίως συνὸν τῷ Λόγῳ καὶ ἐν αὐ τῷ ὄν. Τὰ γὰρ κτίσματα ἦν, ὅτε οὐκ ἦν. Εἰ δὲ κτίσμα ἐστὶ, τὰ δὲ κτίσματα ἐξ οὐκ ὄντων ἐστὶ, δῆλον, ὅτι ἦν, ὅτε οὐκ ἦν Τριὰς, ἀλλὰ δυάς. Καὶ τί τούτου ἀσεβέστερον ἄν τις εἴποι; Ἐκ μεταβολῆς καὶ προκο πῆς λέγουσι συνίστασθαι τὴν Τριάδα, καὶ δυάδα μὲν εἶναι, ἐκδέχεσθαι δὲ κτίσματος γένεσιν, ἵνα μετὰ Πατρὸς καὶ Υἱοῦ συνταχθῇ καὶ γένηται ἡ Τριάς. Μὴ γένοιτο κἂν εἰς νοῦν ποτε ἐλθεῖν Χριστιανῶν τὸ τοιοῦτον! Ὥσπερ γὰρ ἀεὶ ὢν ὁ Υἱὸς οὐκ ἔστι κτίσμα, οὕ τως ἀεὶ οὔσης τῆς Τριάδος, οὐδέν ἐστιν ἐν αὐτῇ κτίσμα· διὸ οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα. Ὡς γὰρ ἀεὶ ἦν, οὕτως ἐστὶ καὶ νῦν· καὶ ὡς νῦν ἐστιν, οὕτως ἀεὶ ἦν, καὶ ἔστιν ἡ Τριὰς, καὶ ἐν αὐτῇ Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα ἅγιον. Καὶ εἷς Θεὸς ὁ Πατὴρ ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσι, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐγὼ μὲν οὖν, ὡς ἐδήλωσας, δι' ὀλίγων καὶ ταῦτα καταγράψας ἀπέστειλα· σὺ δὲ ὡς συνετὸς, εἴ τι καὶ ἐν τούτοις λείπει, θέλησον πληρῶσαι· καὶ τοῖς μὲν οἰκείοις τῆς πίστεως ἀνάγνωθι, τοὺς δὲ φιλονεικοῦντας δυσφημεῖν ἔλεγχε· τάχα κἂν ὀψέ ποτε μεταγνόντες, ἀπονίψωσιν ἀπὸ τῆς ψυχῆς ἑαυτῶν τὴν προγενομένην ἐν αὐ τοῖς κακόνοιαν. Καλὸν γὰρ αὐτοὺς, κατὰ τὸ γεγραμμένον, ἀποπηδῆσαι καὶ μὴ ἐγχρονίσαι· ἵνα μὴ ἐπιμένοντες ἀκούσωσι τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· 26.637 «Ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΣΕΡΑΠΙΩΝΑ ΟΜΟΙΩΣ ΠΕΡΙ

ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.

29