Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Ἀμέλει, τὸν ἄγγελον παραιτησάμενος, παρεκάλει αὐτὸν τὸν Θεὸν καθηγεῖσθαι αὐ τῶν. Τοῦ δὲ Θεοῦ ἐπαγγειλαμένου καὶ εἰπόντος πρὸς αὐτόν· «Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας·» γέγραπται ἐν τῷ Ἡσαΐᾳ· «Ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ 26.561 ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἀναγα γὼν τῇ δεξιᾷ Μωσῆν;» καὶ μετ' ὀλίγα φησί· «Κατέβη Πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς. Οὕτως ἤγαγες τὸν λαόν σου ποιήσας σεαυτῷ ὄνομα δόξης·» τίς ἐκ τούτων οὐ συνορᾷ τὴν ἀλήθειαν; Τοῦ γὰρ Θεοῦ ἐπαγγειλαμένου καθηγεῖσθαι, ἰδοὺ οὐκ ἔτι ἄγγελον ἐπαγγέλλεται πέμπειν, ἀλλὰ τὸ Πνεῦμα αὐτοῦ, ὅ ἐστιν ὑπὲρ τοὺς ἀγγέλους, καὶ αὐτὸ καθ ηγούμενόν ἐστι τοῦ λαοῦ. Καὶ δείκνυται, ὅτι οὐ τῶν κτισμάτων, οὐδὲ ἄγγελός ἐστι τὸ Πνεῦμα, ἀλλὰ ἄνω τῆς κτίσεώς ἐστιν, ἡνωμένον τῇ θεότητι τοῦ Πατρός. Αὐτὸς γὰρ ὁ Θεὸς διὰ τοῦ Λόγου ἐν Πνεύματι καθηγεῖτο τοῦ λαοῦ· ὅθεν καὶ διὰ πάσης τῆς Γραφῆς φησιν· «Ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου· μάρτυρες ὑμεῖς ἐστε, εἰ Θεὸς ἦν ἀλλότριος ἐν ὑμῖν πλὴν ἐμοῦ.» Καὶ οἱ ἅγιοι δὲ προσφωνοῦσι τῷ Θεῷ· «Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου·» καὶ, «Ὡδήγησεν αὐτοὺς Κύριος ἐπ' ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν.» Τούτῳ καὶ τὸν ὕμνον ἀνατιθέασι λέγοντες· «Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ὁ δὲ μέγας Μωσῆς συνεχῶς διηγεῖται· «Κύριος ὁ Θεὸς ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν.» Τὸ ἄρα τοῦ Θεοῦ Πνεῦμα οὐκ ἂν εἴη ἄγγελος, οὐδὲ κτίσμα, ἀλλ' ἴδιον τῆς θεότητος αὐτοῦ. Τοῦ γὰρ Πνεύ ματος ὄντος ἐν τῷ λαῷ, ὁ Θεὸς δι' Υἱοῦ ἐν Πνεύματι ἦν ἐν αὐτοῖς. Ἀλλ' ἔστω ταῦτα, φασὶ καὶ αὐτοί· διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ' ἄν τις αὐτοὺς ἐρωτήσειε· ∆ιὰ τί μὴ ἀρχαγγέλους, μηδὲ χερουβὶμ, μηδὲ σεραφὶμ, μηδὲ κυριότητας, μηδὲ θρόνους, μηδὲ ἕτερόν τι, ἀλλ' ἐκλεκτοὺς μόνους ἀγγέλους ὠνόμασεν ὁ Παῦλος; Ἆρ' οὖν, ἐπεὶ μὴ οὕτως ὠνόμασεν, οἱ ἄγγελοι ἀρχάγγελοί εἰσιν, ἢ μόνοι ἄγγελοί εἰσι, καὶ οὔτε σεραφὶμ, ἢ χερουβὶμ, οὐκ ἀρχάγγελοι, οὐδὲ κυριότητες, οὐ θρόνοι, οὐκ ἀρχαὶ, οὐχ ἕτερόν τι ἐστίν; Ἀλλὰ τοῦτό ἐστιν ἀνάγκην μὲν ἐπιβάλλειν τῷ Ἀποστόλῳ, διὰ τί μὴ οὕτως, ἀλλ' οὕτως ἔγραψεν, ἀγνοεῖν δὲ τὰς θείας Γραφὰς, καὶ διὰ τοῦτο πλανᾶσθαι περὶ τὴν ἀλήθειαν. Ἰδοὺ γὰρ παρὰ μὲν τῷ Ἡσαΐᾳ γέγραπται· «Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα· Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ 26.564 λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην· καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» παρὰ δὲ τῷ Ἀγγαίῳ· «Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ, ὁ ἱερεὺςὁ μέγας, λέγει Κύριος. Καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος· καὶ ποιεῖτε, διότι μεθ' ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν.» Καὶ παρ' ἀμφοτέροις τοῖς προφήταις περὶ μόνου τοῦ Κυρίου καὶ τοῦ Πνεύματος μνήμη γέγονε. Τί τοίνυν καὶ περὶ τού του φήσουσιν; Εἰ γὰρ, ἐπειδὴ τοῦ Χριστοῦ μνημονεύσας ὁ Παῦλος περὶ μὲν τοῦ Πνεύματος ἐσιώπησε, τῶν δὲ ἐκλεκτῶν ἀγγέλων ἐμνημόνευσε, διὰ τοῦτο ἐν ἀγγέλοις τὸ Πνεῦμα συντάττουσιν· ὥρα, καὶ τοῖς προφητικοῖς τούτοις ἐντυγχάνοντας, τολμηρότερον αὐτοὺς διαλογίζεσθαι καὶ περὶ τοῦ σεσιωπημένου. Ἄν τε γὰρ τὸν Κύριον εἶναι, φήσουσιν εἶναι τὸν Υἱὸν, τί ἂν εἴποιεν περὶ τοῦ Πατρός; ἄν τε τὸν Πατέρα εἴπωσι, τί ἂν εἴποιεν περὶ τοῦ Υἱοῦ; Τὴν γὰρ ἀκολουθοῦσαν κατ' ἐκείνους δυσφημίαν μηδὲ λογίσασθαί τινα γένοιτο· ἀνάγκη γὰρ αὐτοὺς εἰπεῖν, ἢ ὅτι οὐκ ἔστιν, ἢ τοῖς ποιήμασι συναριθμεῖν τὸ σεσιωπη μένον. Τί δ' ἂν εἴποιεν, ἐὰν ἀκούσουσι καὶ τοῦ Κυρίου λέγοντος· «Κριτής τις ἦν ἔν τινι χώρᾳ, τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.» Ἆρα, ἐπειδὴ μετὰ τὸν

9