τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομένη. Οὐκοῦν ὁ ἐρωτῶν, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὡς δυναμένου τοῦ ὀνόματος ἀλ λάσσεσθαι, φαντάζεται, καὶ μανίαν ἑαυτῷ περιποιεῖ ται. Καὶ ὁ ἐρωτῶν δὲ, πάππος οὖν ἐστιν ὁ Πατὴρ, ἐπινοῶν ὄνομα τῷ Πατρὶ, πλανᾶται τῇ καρδίᾳ. Ἀπο κρίνασθαι μὲν οὖν ἔτι πρὸς τὴν ἀναίδειαν τῶν αἱρε τικῶν οὐκ ἀσφαλές· μάχεσθαι γάρ ἐστι τῇ ἀποστολικῇ παραινέσει· συμβουλεύειν δὲ μᾶλλον, ὡς παρήγγειλεν αὐτὸς, καλόν. Ἀρκεῖ ταῦτα πρὸς ἔλεγχον τῆς μωρολογίας ὑμῶν. Μηκέτι παίζετε εἰς τὴν θεότητα. Παιζόντων γὰρ ἴδιον ἐρωτᾷν τὰ μὴ γεγραμμένα καὶ λέγειν· Οὐκοῦν Υἱός ἐστι τὸ Πνεῦμα καὶ πάππος ὁ Πατήρ; Οὕτω γελῶσιν ὁ ἐν Καισαρείᾳ καὶ ὁ ἐν τῇ Σκυθοπόλει. Ἀρκεῖ πιστεύειν ὑμᾶς, ὅτι οὐκ ἔστι κτίσμα τὸ Πνεῦμα, ἀλλὰ Πνεῦμα τοῦ Θεοῦ ἐστι, καὶ ἐν αὐτῷ Τριὰς, Πατὴρ, καὶ Υἱὸς, καὶ Πνεῦμα ἅγιον. Καὶ οὔτε τὸ Πατὴρ ὄνομα ἐπὶ Υἱοῦ ὀνομάζειν χρὴ, οὔτε τὸ Πνεῦμα λέγειν ἔξεστιν αὐτὸ εἶναι τὸν Υἱὸν, οὔτε τὸν Υἱὸν αὐτὸ εἶναι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' οὕτως ἐστὶν, ὡς εἴρηται, καὶ μία ἡ ἐν ταύτῃ τῇ Τριάδι θεότης ἐστὶ, καὶ μία πίστις, καὶ ἓν βάπτισμά ἐστιν, ἐν αὐτῇ διδόμενον, καὶ ἡ τελείωσις μία, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς σύμπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν.
33