Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

ΛΕΓΟΝΤΩΝ ΚΤΙΣΜΑ ΤΟΝ ΥΙΟΝ. Ἐγὼ μὲν ἐνόμιζον καὶ οὕτως ὀλίγα γεγρα φέναι· καὶ κατηγόρουν ἐμαυτοῦ πολλῆς ἀσθενείας, ὡς μὴ δυνηθέντος τοσοῦτον γράψαι, ὅσον ἀνθρώποις ἔξεστι λέγειν κατὰ τῶν ἀσεβούντων εἰς τὸ Πνεῦμα τὸ ἅγιον· ἐπειδὴ δὲ, ὡς γράφεις, τινὲς τῶν ἀδελφῶν ἠξίωσαν καὶ ταῦτα ἐπιτεμεῖν, ἵνα ἔχωσιν ἐξ ἑτοίμου καὶ δι' ὀλίγων ἀπολογεῖσθαι μὲν τοῖς ἐρωτῶσι περὶ τῆς ἐν ἡμῖν πίστεως, διελέγχειν δὲ τοὺς ἀσεβοῦντας· 26.609 ἐποίησα καὶ τοῦτο θαῤῥῶν, ὅτι συνείδησιν ἔχων ἀγαθὴν, εἴ τι καὶ ἐν τούτοις παραλέλειπται, ἀναπληρώσεις. Οἱ Ἀρειανοὶ, εἰς ἑαυτοὺς στραφέντες, καὶ μη δὲν πλέον ἢ ἔξωθεν ἑαυτῶν νοοῦντες κατὰ τοὺς Σαδδουκαίους, ἀνθρωπίνοις λογισμοῖς ἐξεδέξαντο τὴν θεόπνευστον Γραφήν. Ἀκούοντες γοῦν σοφίαν, καὶ ἀπαύγασμα, καὶ Λόγον εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, εἰώθασιν ἐπιλέγειν· Πῶς δύναται τοῦτο εἶναι; ὥσπερ οὐ δυναμένου εἶναι, ὃ μὴ δύνανται αὐτοὶ νοεῖν. Ὥρα γὰρ αὐτοὺς καὶ περὶ τοῦ παντὸς τοιαῦτα διανοεῖσθαι· Πῶς δύναται ἡ κτίσις, μὴ οὖσά ποτε, γε νέσθαι; ἢ πῶς δύναται χοῦς γῆς πλασθῆναι λογικὸς ἄνθρωπος; ἢ πῶς τὸ φθαρτὸν ἄφθαρτον γενέσθαι; ἢ πῶς ἡ γῆ ἐπὶ θαλασσῶν τεθεμελίωται, καὶ ἐπὶ ποτα μῶν ἡτοίμασεν αὐτὴν ὁ Θεός; Καὶ λοιπὸν ἐπιλέγειν αὐτοὺς ἑαυτοῖς· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν·» ἵνα δηλονότι, φθειρομένων αὐ τῶν, συμφθαρῇ καὶ ἡ τῆς αἱρέσεως αὐτῶν μανία. Τῶν μὲν οὖν Ἀρειανῶν θνητὸν καὶ φθαρτὸν τὸ τοιοῦτον φρόνημα· ὁ δὲ τῆς ἀληθείας λόγος, ὅνπερ ἔπρεπε καὶ αὐτοὺς διανοεῖσθαι, τοιοῦτός ἐστιν· Εἰ πηγὴ, καὶ φῶς, καὶ Πατήρ ἐστιν ὁ Θεὸς, οὐ θέμις εἰπεῖν οὔτε τὴν πηγὴν ξηρὰν, οὔτε τὸ φῶς χωρὶς αὐγῆς, οὔτε τὸν Θεὸν χωρὶς Λόγου, ἵνα μὴ ἄσοφος, καὶ ἄλογος, καὶ ἀφεγγὴς ᾖ ὁ Θεός. Ἀϊδίου τοιγαρ οῦν ὄντος τοῦ Πατρὸς, ἀνάγκη καὶ τὸν Υἱὸν ἀΐδιον εἶναι· ἃ γὰρ ἂν ἐν τῷ Πατρὶ νοήσωμεν, ταῦτα καὶ ἐν τῷ Υἱῷ εἶναι οὐκ ἀμφίβολον, λέγοντος αὐτοῦ τοῦ Κυρίου· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι,» καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστιν. Αἰώνιος γοῦν ἐστιν ὁ Πατήρ· αἰώνιός ἐστι καὶ ὁ Υἱός· δι' αὐτοῦ γὰρ οἱ αἰῶνες γεγόνασιν. Ὤν ἐστιν ὁ Πατήρ· ἀνάγ κη καὶ ὁ Υἱὸς, «ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμὴν,» ὡς εἶπεν ὁ Παῦλος. Οὐ θέ μις εἰπεῖν ἐπὶ Πατρὸς, Ἦν ποτε, ὅτε οὐκ ἦν· ἀθέμι τον εἰπεῖν ἐπὶ Υἱοῦ, Ἦν ποτε, ὅτε οὐκ ἦν. Παντοκράτωρ ἐστὶν ὁ Πατήρ· παντοκράτωρ ἐστὶ καὶ ὁ Υἱὸς, λέγοντος τοῦ Ἰωάννου· «Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.» Φῶς ἐστιν ὁ Πατὴρ, ἀπαύ γασμα ὁ Υἱὸς καὶ φῶς ἀληθινόν. Ἀληθινὸς Θεὸς ὁ 26.612 Πατὴρ, ἀληθινὸς Θεὸς ὁ Υἱός· οὕτω γὰρ ὁ Ἰωάννης ἔγραψεν· «Ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος.» Καὶ ὅλως οὐδέν ἐστιν, ὧν ἔχει ὁ Πατὴρ, ὃ μὴ τοῦ Υἱοῦ ἐστι. ∆ιὰ τοῦτο γὰρ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· ἐπειδὴ τὰ τοῦ Πατρὸς, ταῦτα ἐν τῷ Υἱῷ ἐστι, καὶ πάλιν ταῦτα ἐν τῷ Πατρὶ νοεῖται. Οὕτω νοεῖται καὶ τὸ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» ἐπειδὴ οὐκ ἄλλα ἐν τούτῳ, καὶ ἄλλα ἐν τῷ Υἱῷ· ἀλλὰ τὰ ἐν τῷ Πατρὶ, ταῦτα ἐν τῷ Υἱῷ ἐστι. Καὶ ἃ βλέπεις δὲ ἐν τῷ Πατρὶ, ἐπει δὴ βλέπεις ἐν τῷ Υἱῷ, νοεῖται καλῶς τὸ, «Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα.» Τούτων δὲ οὕτω δεικνυμένων, ἀσεβής ἐστιν ὁ λέγων κτίσμα εἶναι τὸν Υἱόν. Ἀναγκασθήσεται γὰρ εἰπεῖν κτίσμα καὶ τὴν πηγὴν βρύουσαν, κτίσμα τὴν σοφίαν, τὸν Λόγον, ἐν ᾧ ἐστι πάντα τὰ τοῦ Πα τρός. Ἄλλως τε καὶ ἀπὸ τούτων ἄν τις ἴδοι τὸ σαθρὸν τῆς αἱρέσεως τῶν Ἀρειομανιτῶν. Ὧν ἐσμεν ὅμοιοι, καὶ τὴν ταυτότητα ἔχομεν τούτων, καὶ ὁμοού σιοί ἐσμεν· ἄνθρωποι γοῦν ὅμοιοι καὶ ταυτότητα ἔχοντες, ὁμοούσιοί ἐσμεν ἀλλήλων. Τὸ αὐτὸ γὰρ πᾶσι, τὸ θνητὸν, τὸ φθαρτὸν, τὸ τρεπτὸν, τὸ

22