Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον ἀνάγκη Πνεῦμα, ἵνα καὶ τοῦτο ἐν ἐκείνῳ συναφθῇ τῷ Λόγῳ. Ἀλλ' ἄτοπον τοῦτο. Οὐκ ἄρα τῶν γενητῶν ἐστι τὸ Πνεῦμα, ἀλλ' ἴδιον τῆς τοῦ Πατρὸς θεότητος, ἐν ᾧ καὶ τὰ γενητὰ ὁ Λόγος θεοποιεῖ. Ἐν ᾧ δὲ θεοποιεῖται ἡ κτίσις, οὐκ ἂν εἴη ἐκτὸς αὐτὸ τῆς τοῦ Πατρὸς θεότητος. Ὅτι δὲ ἄνω τῆς κτίσεώς ἐστι τὸ Πνεῦμα, καὶ ἄλλο μὲν παρὰ τὴν τῶν γενητῶν φύσιν, ἴδιον δὲ τῆς θεότητος, ἔξεστι καὶ ἐκ τούτου πάλιν συνιδεῖν. Ἄτρεπτον καὶ ἀναλλοίωτόν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον· «Ἅγιον, γάρ φησι, Πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.» Καὶ ὁ μὲν Πέτρος φησίν· «Ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου Πνεύματος·» καὶ πάλιν ἐν τῇ Σοφίᾳ· «Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι·» καὶ 26.592 εἰ «οὐδεὶς οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ·» οὐκ ἔστι δὲ παρὰ τῷ Θεῷ, ὡς εἶπεν ὁ Ἰάκωβος, «παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα·» ἐν τῷ Θεῷ ὂν τὸ Πνεῦμα τὸ ἅγιον, εἰκότως ἂν εἴη ἄτρεπτον καὶ ἀπαράλλακτον καὶ ἄφθαρτον. Ἡ δὲ τῶν γενητῶν καὶ τῶν κτιστῶν φύσις ἐστὶ τρεπτὴ, ἅτε δὴ ἔξωθεν οὖσα τῆς τοῦ Θεοῦ οὐσίας, καὶ ἐξ οὐκ ὄν των ὑποστᾶσα· «πᾶς» μὲν γὰρ «ἄνθρωπος,» φησὶ, «ψεύστης.» Καὶ, «πάντες ἥμαρτον, καὶ ὑστεροῦν ται τῆς δόξης τοῦ Θεοῦ. Ἀγγέλους δὲ τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλ' ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.» Ἐν δὲ τῷ Ἰώβ· «Εἰ κατὰ ἁγίων ἀγγέλων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν· ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ·» ὁ δὲ Παῦλος γράφει· «Οὐκ οἴδατε, ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά;» Ἀλλὰ γὰρ καὶ ἠκούσαμεν, ὅτι ὁ διάβολος, ἐν μέ σῳ τῶν χερουβὶμ ὢν, καὶ ἀποσφράγισμα ὁμοιώσεως γενόμενος, ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὡς ἀστραπή. Εἰ δὲ τὰ μὲν κτίσματα τοιαύτην ἔχει φύσιν, καὶ γέγραπται περὶ ἀγγέλων τοιαῦτα· τὸ δὲ Πνεῦμα τὸ αὐτό ἐστι καὶ ἀναλλοίωτον, καὶ τῆς τοῦ Υἱοῦ ἀτρεψίας, ἐστὶ, μένον ἀεὶ σὺν αὐτῷ ἄτρεπτον· ποία ὁμοιότης τῷ ἀτρέπτῳ πρὸς τὰ τρεπόμενα; ∆ῆλον γὰρ ἂν εἴη, ὡς οὔτε κτίσμα ἐστὶν, οὔτε ὅλως τῆς τῶν ἀγγέλων οὐσίας ἐστὶ, διὰ τὸ ἐκείνους εἶναι τρεπτούς· ἀλλ' εἰκὼν τοῦ Λόγου, καὶ τοῦ Πατρὸς ἴδιόν ἐστι. Πάλιν τε τὸ μὲν Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην. Οὕτω γὰρ καὶ ὁ ∆αβὶδ ψάλλει· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου;» Καὶ πάλιν ἐν τῇ Σοφίᾳ γέγραπται· «Τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν πᾶσι.» Τὰ δὲ γενητὰ πάντα ἐν μεμερισμέ νοις τόποις εἰσὶν, ἥλιος μὲν, καὶ σελήνη, καὶ ἀστέ ρες ἐν τῷ στερεώματι, νεφέλαι δὲ ἐν τῷ ἀέρι· καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν· οἵ τε ἄγγελοι ἀποστέλλονται εἰς διακονίας· «Καὶ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐνώπιον τοῦ Κυρίου,» ὡς ἐν τῷ Ἰὼβ γέ γραπται· καὶ, «ἐνυπνιάσθη δὲ Ἰακὼβ ὁ πατριάρχης· καὶ, ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς.» Εἰ δὲ τὸ μὲν Πνεῦμα πάντα πληροῖ, καὶ ἐν τῷ Λόγῳ πάρεστιν ἐν μέσῳ πάντων, οἱ δὲ ἄγγελοι ἐλαττοῦνται 26.593 τούτῳ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισιν· οὐκ ἀμφίβολον οὖν, ὅτι οὔτε τῶν γενητῶν, οὔτε ὅλως ἄγγελός ἐστιν, ὡς ὑμεῖς λέγετε, τὸ Πνεῦμα, ἀλλ' ἄνω τῆς τῶν ἀγγέλων φύσεώς ἐστιν. Πάλιν γὰρ καὶ ἐκ τούτων ἄν τις ἴδοι τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μεθεκτόν ἐστι καὶ οὐ μετέχον (τὰ αὐτὰ γὰρ λέγειν οὐκ ὀκνητέον). «Ἀδύνατον γὰρ,» φησὶ, «τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους Πνεύματος ἁγίου γενομένους, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,» καὶ τὰ ἑξῆς. Οἱ δὲ ἄγγελοι, καὶ τὰ ἄλλα κτίσματα μετέχοντά ἐστιν αὐτοῦ τοῦ Πνεύματος· διὰ τοῦτο γὰρ ταῦτα μὲν καὶ ἐκπίπτειν οὗ μετέσχον δύναται· τὸ δὲ Πνεῦμα ἀεὶ τὸ αὐτό ἐστιν· οὐ γὰρ τῶν μετεχόντων ἐστὶν, ἀλλ' αὐτοῦ τὰ πάντα μετέχει. Εἰ δὲ τοῦτο μὲν ἀεὶ τὸ αὐτό ἐστι καὶ μεθεκτὸν, τὰ δὲ κτίσματα μετέχοντά ἐστιν αὐτοῦ· οὐκ ἂν εἴη τὸ Πνεῦμα τὸ ἅγιον

17