Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς τὸν Υἱὸν τοῖς κτίσμασιν· ἢ τὰ ἐν τῷ Υἱῷ δύνανται εὑρεῖν ἐν τοῖς γενητοῖς, ἵνα καὶ κτίσμα τολμήσωσιν εἰπεῖν τὸν τοῦ Θεοῦ Λόγον. Ἀλλ' οὐκ ἂν εὕροιεν οἱ πάντα προπετεῖς καὶ πλανώμενοι περὶ τὴν εὐσέβειαν. Ἐν μὲν γὰρ τοῖς κτίσμασιν οὐδέν ἐστι παντοκράτωρ, καὶ οὐδὲν παρὰ τοῦ ἑτέρου κρατεῖται. Ἕκαστον γὰρ αὐ τοῦ ἐστι τοῦ Θεοῦ. «Οἱ» μὲν γὰρ «οὐρανοὶ διηγοῦν ται δόξαν Θεοῦ· ἡ δὲ γῆ τοῦ Κυρίου ἐστὶ καὶ τὸ πλήρωμα αὐτῆς· ἡ θάλασσα εἶδε καὶ ἔφυγε.» Καὶ τὰ πάντα δοῦλα τοῦ πεποιηκότος ἐστὶ, ποιοῦντα τὸν λό γον αὐτοῦ, καὶ ὑπακούοντα τῷ προστάγματι αὐτοῦ. Ὁ δὲ Υἱὸς παντοκράτωρ ἐστὶν, ὡς ὁ Πατήρ· καὶ τοῦτο γέγραπται, καὶ δέδεικται. Πάλιν τε ἐν τοῖς κτίσμασιν οὐδέν ἐστιν ἄτρεπτον τῇ φύσει. Τῶν γὰρ ἀγγέλων τινὲς οὐκ ἐτήρησαν τὴν ἰδίαν τάξιν· καὶ «ἄστρα οὐ καθαρὰ ἐνώπιον αὐτοῦ·» καὶ ὁ μὲν διάβολος ἔπεσεν ἀπ' οὐρανοῦ· ὁ δὲ Ἀδὰμ παρέβη· καὶ πάντα ἀλλοιούμενά ἐστιν. Ὁ δὲ Υἱὸς ἄτρεπτός ἐστι καὶ ἀναλλοίωτος, ὡς ὁ Πατήρ. Καὶ τοῦτο ὁ Παῦ λος ὑπέμνησεν ἐκ τοῦ ἑκατοστοῦ καὶ πρώτου ψαλμοῦ 26.613 λέγων· «Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας· καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐ ρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Καὶ πάλιν λέγει· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον· ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Καὶ πάλιν τὰ γενητὰ πάντα οὐκ ἦν, καὶ γέγονε. Τὴν γὰρ γῆν, ὡς οὐδὲν, ἐποίησε· καὶ, «ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα·» καὶ ποιήματα δέ ἐστι καὶ κτίσματα· διὰ τοῦτο γὰρ καὶ ἀρχὴν ἔχει τοῦ γενέσθαι. «Ἐν ἀρχῇ» γὰρ «ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ πάλιν· «Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα.» Ὁ δὲ Υἱὸς ὤν ἐστι καὶ ἐπὶ πάντων Θεὸς, ὡς ὁ Πατήρ· καὶ τοῦτο οὕτω δέδεικται· καὶ οὐ ποιούμενός ἐστιν, ἀλλὰ ποιῶν· καὶ οὐ κτιζόμενος, ἀλλὰ κτίζων καὶ ποιῶν τὰ ἔργα τοῦ Πατρός. ∆ι' αὐτοῦ γὰρ οἱ αἰῶνες γεγόνασι· καὶ πάντα δι' αὐτοῦ ἐγένετο· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὡς δὲ Ἀπόστολος ἐδίδαξε τὸ ἐν τῷ ψαλμῷ, αὐτὸς κατ' ἀρχὰς τὴν γῆν ἐθεμε λίωσε, καὶ ἔργα τῶν χειρῶν αὐτοῦ εἰσιν οἱ οὐρανοί. Καὶ πάλιν τῶν κτισμάτων οὐδέν ἐστι τῇ φύσει Θεός· ἀλλ' ἕκαστον τῶν γενομένων ὃ καὶ γέγονε, τοῦτο καὶ ἐκλήθη· τὸ μὲν οὐρανὸς, ἄλλο δὲ γῆ· καὶ οἱ μὲν φωστῆρες, τὰ δὲ ἄστρα· καὶ ἄλλα θάλασσα, καὶ ἄβυσσοι, καὶ τετράποδα· καὶ λοιπὸν, ἄνθρωπος· καὶ πρὸ τούτων ἄγγελοι, καὶ ἀρχάγγελοι, χερου βὶμ, σεραφὶμ, καὶ δυνάμεις, ἀρχαὶ, ἐξουσίαι, κυριό τητες, παράδεισος· καὶ οὕτως ἕκαστον διαμένει. Εἰ δὲ καὶ θεοί τινες ἐκλήθησαν, ἀλλ' οὐ τῇ φύσει, ἀλλὰ τῇ μετουσίᾳ τοῦ Υἱοῦ. Οὕτω γὰρ καὶ αὐτὸς εἶπεν· «Εἰ ἐκείνους εἶπεν θεοὺς, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο.» ∆ιὸ, μὴ ὄντες τῇ φύσει θεοὶ, ἔστιν ὅτε τινὲς τρέπονται, ἀκούοντες· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες Ὑμεῖς δὲ, ὡς ἄνθρωποι, ἀποθνήσκετε.» Τοιοῦτος ἦν ὁ ἀκούσας· «Σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός.» Ὁ δὲ Υἱὸς Θεὸς ἀλη θινός ἐστιν, ὡς ὁ Πατήρ. Ἐν αὐτῷ γάρ ἐστιν, καὶ ὁ 26.616 Πατὴρ ἐν τῷ Υἱῷ· καὶ ὁ μὲν Ἰωάννης ἔγραψεν, ὡς δέδεικται· ὁ δὲ ∆αβὶδ ψάλλει· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου·» καὶ ὁ προφήτης δὲ Ἡσαΐας βοᾷ· «Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ ἀκολουθήσουσιν οἱ ὀπίσω σου δεδε μένοι χειροπέδαις, καὶ προσκυνήσουσί σοι, ὅτι ἐν σοὶ ὁ Θεός. Σὺ γὰρ εἶ ὁ Θεὸς τοῦ Ἰσραὴλ, καὶ οὐκ ᾔδει μεν.» Τίς δή ἐστιν ὁ Θεὸς, ἐν ᾧ ὁ Θεὸς, εἰ μὴ ὁ Υἱὸς ὁ λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν;» Τίς, τούτων ὄντων καὶ γεγραμμένων, οὐ συνορᾷ, ἐπεὶ τῶν μὲν κτισμάτων οὐδὲν ὅμοιον ὁ Υἱὸς ἔχει, πάντα δὲ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ὅτι ὁμοούσιος ἂν εἴη ὁ Υἱὸς τῷ Πατρί; Ὥσπερ γὰρ, εἰ τῶν κτισμάτων τινὰ εἶχεν ὁμοιότητα καὶ πρὸς αὐτά τινα εἶχε

23