Epistulae quattuor ad Serapionem

 δύο καὶ διαφόρων φύσεων συγκειμένην αὐτὴν, διὰ τὸ ἑτεροούσιον τοῦ Πνεύματος, ὡς αὐτοὶ ἑαυτοῖς ἀνε πλάσαντο. Ποία οὖν αὕτη θεολογία ἐκ δημιουρ γοῦ καὶ

 ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ α

 μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντ

 πάλιν· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμ

 κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ·» καὶ ἐν τῷ Ἰεζεχιὴλ ἐπὶ τοῦ θρή νου Σόρ· «Ἐν καρδίᾳ θαλάσσης, ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κω

 τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψ

 καὶ ἄγγελον εἶναι μείζονα τῶν ἄλλων. Πρῶτον μὲν οὖν τῆς ἀσεβείας ἐστὶν Οὐαλεντίνου τοῦτο τὸ εὕρημα· καὶ οὐκ ἔλαθον οὗτοι τὰ ἐκείνου φθεγγόμενοι. Ἐκεῖν

 Χαναναῖον·» παραιτεῖται λέγων· «Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν.» Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι

 Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ

 ἀπαιτοῦσιν. Εἰπάτωσαν τοίνυν· εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ κ

 οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται

 πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμ

 καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον,

 ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶν

 Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.» Εἰ κτίσμα δὲ ἦν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἄν τις ἐν αὐτῷ μετουσία τοῦ Θεοῦ γένοιτο ἡμῖν· ἀλλ

 Πατρί. Τὸ δὲ συνάπτον τῷ Λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων· καὶ τὸ υἱοποιοῦν δὲ τὴν κτίσιν, οὐκ ἂν εἴη ξένον τοῦ Υἱοῦ· ἐπεὶ ζητεῖν ἕτερον

 οὔτε ἄγγελος, οὔτε ὅλως κτίσμα, ἀλλ' ἴδιον τοῦ Λόγου, παρ' οὗ διδόμενον μετέχεται παρὰ τῶν κτισμάτων· ἐπεὶ ὥρα λέγειν αὐτοὺς καὶ τὸν Υἱὸν κτίσμα, οὗ π

 Πνεύματος ὡς κτίσματος, καὶ συντάσσοντες αὐτὸ εἰς Τριάδα. Τί δὲ καὶ τὸ μανιῶδες ὑμῶν, ὥστε φρονεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ, ὅτι μὴ πάντες ἄγγελοι, ἢ πάν

 ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρ

 Παρθένον Μαρίαν ἐπιδημοῦντος τοῦ Λόγου, συνεισήρχετο τὸ Πνεῦμα, καὶ Λόγος ἐν τῷ Πνεύματι ἔπλαττε καὶ ἥρμοζεν ἑαυτῷ τὸ σῶμα, συνάψαι θέλων καὶ προσενεγ

 ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ἘΠΙΣΚΟΠΟΝ ΣΕΡΑΠΙΩΝΑ ΚΑΤΑ ΤΩΝ

 ἐκ μὴ ὄντων. Καὶ ἄγγελοι δὲ πρὸς ἑαυτοὺς, καὶ τὰ ἄλλα πάντα, ὡσαύτως ὁμοφυῆ ἐστιν ἀλλήλων. Οὐκοῦν ἐρευνάτωσαν οἱ περίεργοι, εἰ ἔστι τις ὁμοιότης πρὸς

 συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ

 εἴρηται· ἀλλὰ κακῶς νοοῦσι τὸ καλῶς εἰρημένον οἱ αἱρετικοί. Εἰ γὰρ ἐνόουν καὶ ἐγίνωσκον τὸν χαρακτῆρα τοῦ Χριστιανισμοῦ, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἔ

 ἀληθῶς ἀνθρώπινον ἔχει σῶμα· ἔπειτα δὲ, ἵνα καὶ, τὴν ἄγνοιαν τῶν ἀνθρώπων ἐν τῷ σώματι ἔχων, ἀπὸ πάντων λυτρωσάμενος καὶ καθαρίσας, τελείαν καὶ ἁγίαν

 ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅ

 ἐστὶν ὁ Υἱὸς, ἐν Πατρὶ γὰρ ὢν, καὶ τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ. Πάντα γὰρ κρατεῖ καὶ συνέχει, καὶ γέγραπται, ὅτι «Ἐν αὐτῷ συνέστηκε τὰ πάντα» εἴτε ὁρατὰ

 ἴδοι καὶ ἐπ' αὐτῆς τῆς ἁγίας Μαρίας. Ὁ γὰρ ἄγγελος Γαβριὴλ, ἀποσταλεὶς ἀπαγγεῖλαι τὴν ἐπ' αὐ τῆς ἐσομένην τοῦ Λόγου κάθοδον, «Πνεῦμα ἅγιον,» εἴρηκεν,

 Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ

 Πνεῦμα καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται τότε ἐπρο φήτευον, ὅτε ἐγίνετο ὁ Λόγος τοῦ Θεοῦ πρὸς αὐτούς. Καὶ ἔτι πρὸς τούτοις, ἐπειδὴ πάντα διὰ τοῦ Λόγου ἐ

 τοῦ Υἱοῦ. Τούτων οὕτω δεικνυμένων, μαίνοιτ' ἄν τις ἐρω τῶν, Υἱὸς οὖν ἐστι καὶ τὸ Πνεῦμα; Μηδὲ, ἐπειδὴ μὴ γέγραπται οὕτω, διὰ τοῦτο ἐξαιρείτω τις αὐτὸ

 τοῦτο τοῦ Θεοῦ εἶναι, καὶ παρὰ τοῦ Πατρὸς δι' Υἱοῦ δίδοσθαι πεπιστεύκαμεν. 26.648 Οὕτω γὰρ ἡ ἁγία Τριὰς ἀναλλοίωτος διαμένει, ἐν μιᾷ θεότητι γινωσκομέ

Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής; Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ Υἱὸς μετὰ τὸν ἄνθρωπον, καὶ τέταρτον τὸ Πνεῦμα τὸ ἅγιον; Τί δὲ ἄρα, ἐὰν καὶ τοῦ Ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ πάλιν λέγοντος ἀκούσωσι· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου, τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον;» Ἆρα οὖν, ἐπειδὴ σεσιώπηκε νῦν περὶ ἀγγέλων καὶ Πνεύματος, ἀμφιβάλλουσι περὶ Πνεύματος, εἰ ἔστι, καὶ περὶ ἀγγέλων, εἴ εἰσι; Ναὶ ἀμφιβάλλουσιν ἕως τοιαῦτα δυσφημεῖν περὶ τοῦ Πνεύματος μεμελετήκασιν. Ἐὰν δὲ ἀκούσωσι τῆς Γραφῆς λεγούσης ἐν τῇ Ἐξόδῳ, «Ἐφοβήθη 26.565 δὲ ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ, καὶ Μωσῇ, τῷ θεραπόντι αὐτοῦ,» ἆρα συναριθμήσουσι τῷ Θεῷ τὸν Μωσῆν, καὶ μετὰ τὸν Θεὸν οὐ νοήσουσι τὸν Υἱὸν, ἀλλὰ μόνον τὸν Μωσῆν; Τί δὲ, ἐὰν ἀκού σωσι καὶ τοῦ πατριάρχου Ἰακὼβ εὐλογοῦντος τὸν Ἰωσὴφ καὶ λέγοντος· «Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυό μενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα»; Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασεν ἄγγελον, πρῶτός ἐστιν ὁ ἄγγελος τοῦ Υἱοῦ, ἢ ἀγγέλοις συναριθμεῖται ὁ Υἱός; Ναὶ, πάλιν οὕτω νοήσουσι, διεφθαρμένην ἔχοντες τὴν καρδίαν. Ἀλλ' οὐχ ἡ ἀποστολικὴ πίστις ἐστὶ τοιαύτη, οὐδ' ὅλως Χριστιανὸς ἀνάσχοιτο ἂν τούτων. Ἡ γὰρ ἁγία καὶ μακαρία Τριὰς, ἀδιαίρετος καὶ ἡνωμένη πρὸς ἑαυτήν ἐστι· καὶ λεγομένου τοῦ Πατρὸς, πρόσεστι καὶ ὁ τούτου Λόγος καὶ τὸ ἐν τῷ Υἱῷ Πνεῦμα. Ἐὰν δὲ καὶ ὁ Υἱὸς ὀνομάζηται, ἐν τῷ Υἱῷ ἐστιν ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα οὐκ ἔστιν ἐκτὸς τοῦ Λόγου. Μία γάρ ἐστιν ἐκ τοῦ Πατρὸς χάρις δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ πληρουμένη· καὶ μία θεότης ἐστὶ, καὶ εἷς Θεός ἐστιν ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Οὕτω γὰρ καὶ ὁ Παῦλος, εἰρηκὼς, «∆ιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ,» ἐγί νωσκεν, ὅτι οὐ διῃρεῖτο τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ' ἐν Χριστῷ ἦν καὶ αὐτὸ, ὥσπερ ὁ Υἱὸς ἐν τῷ Πατρί· τοὺς δὲ ἐκλεκτοὺς ἀγγέλους συνεπήγαγεν εἰκότως, ἵνα, ἐπειδὴ διαμαρτυρία ἦν τῷ μαθητῇ λεγομένη, γινώσκων, ὡς τὰ μὲν λεγόμενα παρὰ Θεοῦ διὰ Χριστοῦ ἐν Πνεύματι λελάληται, οἱ δὲ ἄγγελοι δια κονοῦσι τὰ παρ' ἡμῶν, ἐπισκοποῦντες τὰς ἑκάστου πράξεις, φυλάξῃ τὰς τοῦ διδασκάλου παραινέσεις, ὡς ἔχων τοὺς ἐφορῶντας τῶν λεγομένων μάρτυρας. Ἣ τάχα καὶ διὰ τοὺς διὰ παντὸς θεωροῦντας τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς, δια μαρτύρεται νῦν ἀγγέλους, ἕνεκάγε τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ἵνα, γινώσκων ὁ μαθητὴς τοὺς κηδεμόνας τῶν λαῶν, μὴ ἀμελήσῃ τῶν παραινέσεων τοῦ Ἀποστόλου. Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύματος δυσφημίαν· αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον ἔχοντες πρὸς τὴν ἀλήθειαν, ὡς γράφεις, οὐκέτι μὲν ἀπὸ τῶν Γραφῶν (οὐχ εὑρίσκουσι γὰρ), ἀπὸ δὲ τοῦ περισσεύματος τῆς καρδίας τῆς ἰδίας ἐρευγόμενοι, πάλιν φάσκουσιν· Εἰ μὴ κτίσμα ἐστὶ, μηδὲ τῶν ἀγ γέλων εἷς ἐστιν, ἀλλ' ἐκ τοῦ Πατρὸς ἐκπορεύεται· 26.568 οὐκοῦν Υἱός ἐστι καὶ αὐτὸ, καὶ δύο ἀδελφοί εἰσιν αὐτό τε καὶ ὁ Λόγος. Καὶ εἰ ἀδελφός ἐστι, πῶς μονο γενὴς ὁ Λόγος, ἢ πῶς οὐκ ἴσοι, ἀλλ' ὁ μὲν μετὰ τὸν Πατέρα, τὸ δὲ μετὰ τὸν Υἱὸν ὀνομάζεται; Πῶς δὲ, εἰ ἐκ τοῦ Πατρός ἐστιν, οὐ λέγεται καὶ αὐτὸ γε γεννῆσθαι, ἢ ὅτι Υἱός ἐστιν, ἀλλ' ἁπλῶς Πνεῦμα ἅγιον; Εἰ δὲ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα, οὐκοῦν πάππος ἐστὶν ὁ Πατὴρ τοῦ Πνεύματος. Τοιαῦτα παί ζουσιν οἱ ἄτιμοι, περιεργαζόμενοι καὶ θέλοντες ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, ἃ μηδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ δυσφημούμενον ὑπ' αὐτῶν. Ἔδει μὲν οὖν μηκέτι τούτοις ἀποκρίνασθαι, κατὰ δὲ τὴν ἀποστολικὴν παραγγελίαν, μετὰ τὴν ἐκ τῶν προ ειρημένων νουθεσίαν ὡς αἱρετικοὺς αὐτοὺς παραι τεῖσθαι, ἢ ἄξια ὧν ἐρωτῶσιν ἐρωτᾷν αὐτοὺς, καὶ ἀπαιτεῖν παρ' αὐτῶν ἀπόκρισιν, οἵαν αὐτοὶ παρ' ἡμῶν

10