1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

4

σατανᾶ τὰ πανουργεύματα δεῖ, ὡς πάλαι τῆς πορνείας γινομένης αὐξάνειν τὴν βλάβην θέλων παρεσκεύαζε τὸ ἀσυμπαθές, ὡς μὴ πενθεῖσθαι τὸν ἑαλωκότα τῇ κακίᾳ· νὺν δὲ ἔπεισεν ἀσπλαγχνίαν εἶναι πρὸς τὸν παυσάμενον τοῦ κακοῦ, ἵνα διὰ τούτου κἀκεῖνον ἀπολέσῃ καὶ ὑμᾶς ἀλαζόνας καὶ ὑπερηφάνους κατ' αὐτοῦ ἀποδείξῃ. ἀλλ' ὅρα μή τις ἀπεκδεχόμενος τὸ βούλημα τοῦ ἀποστόλου, δόξῃ φαῦλον εἶναι τὸ γνῶσιν ἔχειν τῶν σατανικῶν νοημάτων-βλαπτικὸν γὰρ ἥκιστα τὸ τοιοῦτον ἀλλὰ μᾶλλον ὠφελητικόν-τὸ γὰρ εἰδέναι τὴν νόησιν καὶ προαίρεσιν οὐ ποιεῖ κακόν, ἀλλὰ τὸ αἱρεῖσθαι. ἀμέλει γοῦν καὶ τοὺς ἐλέγχειν τοὺς ἀπατεῶνας προαιρουμένους, εἰδότας τὰ τῆς ἀπάτης ἐκείνων οὐ μεμφόμεθα, ἀλλὰ καὶ πάνυ ἀποδεχόμεθα· οὐ γὰρ τὸ εἰδέναι ἀλλὰ τὸ προαιρεῖσθαι τὰ φαῦλα κακοὺς ποιεῖ. ἴσμεν τοιγαροῦν τὰ νοήματα τοῦ σατανᾶ, οὐχ ὅπως ἐνεργῶμεν κατ' αὐτά, ἀλλ' ἵνα μὴ ἀπατώμενοι παγιδευθῶμεν. 2 Kor 2,12 Γέγονεν αὐτῷ ἡ ἐκ Τρῳάδος εἰς Μακεδονίαν μετάβασις ἐξ ὀπτασίας· ἐν γὰρ τῇ γραφῇ τῶν Πράξεων τῶν ἀποστόλων εἴρηται, ὡς ὄντι αὐτῷ ἐν Τρῳάδι ἀνὴρ Μακεδὼν ὤφθη ἀποκαλύψεως τρόπῳ κελεύων. ἔφασκε γάρ· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. ἐσιώπησε δὲ τοῦτο γράφων τὴν ἐπιστολήν, γνώμης μετριότητι δοκιμάσας μὴ εὔκαιρον εἶναι τὸ λέγειν τοιαῦτα περὶ ἑαυτοῦ, ὡς ἐν τοῖς ἑπομένοις δείξει. ἀμέλει γοῦν χάριν ὁμολογεῖ τῷ θεῷ ἐπὶ τῇ μεταβάσει, ὡς ἑξῆς ἐπιφέρων ἐρεῖ. ἐπίστησον δὲ τί βούλεται· θύρας μοι ἀνεῳγμένης μεγάλης ἐν κυρίῳ· τάχα γὰρ ἀνοίγεται θύρα τοῦ λόγου πρὸς τοῦ κυρίου τοῖς ἐξ ἐπινοίας θείας δεχομένοις τὸ λέγειν, ἀλλ' οὐκ ἐξ ἀνθρωπίνης τέχνης παρασκευὴν ἔχουσιν. λέγει γοῦν θεός· πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό. καὶ ὁ σοφὸς κέκραγεν· ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ, τοῦτ' ἔστι παρεσκευασμένος ἔσω πόθῳ καὶ προθυμίᾳ πρὸς τὸ λαβεῖν ἐκ θεοῦ διδασκαλίαν. τάχα δὲ ἀνοίγνυται θύρα τοῦ λόγου, καὶ ὅταν οἱ ἀκροαταὶ ἕτοιμοι πρὸς παραδοχὴν τῆς παιδεύσεως ὦσιν. 2 Kor 2,14-16 ∆ιὰ τοῦτο, φησί, φανεροῖ ὁ θεὸς δι' ἡμῶν τὴν ὀσμὴν τῆς γνώσεως τοῦ Χριστοῦ ἐν παντὶ τόπῳ, ἐπείπερ Χριστοῦ εὐωδία ἐσμέν· ὡς γὰρ φωτὸς αὐτοῦ τυγχάνοντος οἱ μέτοχοι φῶς εἰσι τοῦ κόσμου, οὕτω καὶ μύρου ὄντος οἱ ἑνούμενοι αὐτῷ εὐωδία αὐτοῦ εἰσιν. αὕτη δὲ ἡ εὐώδης πνοή, τοῖς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, τοῖς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωὴν ὑπάρχει. ἀλλ' οὐκ αἰτιατέον εἰ γίνεται ἡ ὀσμὴ ἐκ θανάτου εἰς θάνατον· παρὰ γὰρ τὴν πρόφασιν τῶν οἷς συμβεβήκει τοῦτο γίνεται, ὥσπερ καὶ ἡ ὑγιεινὴ τροφὴ βλάπτειν δοκεῖ τοὺς νοσοῦντας ἀκαίρως προσφερομένη. ὅσοι γὰρ ὑπὸ θάνατον ὄντες τὸν ἐπιγινόμενον τῇ ἁμαρτίᾳ δέχονται οὐκ ὀρθῇ γνώμῃ τὴν θείαν γνῶσιν, ἐκ θανάτου πρακτικῶν ἁμαρτημάτων ἐπὶ θάνατον τὸν ἀκολουθοῦντα τοῖς ἀσεβέσι φρονήμασιν ἔρχονται, ὥσπερ τοὺς παραδεχομένους αὐτὴν μετὰ πράξεων ζωοποιῶν ἐκ ζωῆς εἰς ζωὴν φέρει· ὡς γὰρ τὸ αἰσθητὸν μύρον πρὸς ὑγείαν καὶ εὐεξίαν συμβαλλόμενον βλάπτει τὰ ἔντομα ζῶα οὐ φέροντα αὐτοῦ τὴν ἀκροτάτην πνοήν, οὕτως ἡ θεία εὐωδία ὠφελεῖ καὶ εἰς ὑγείαν ἄγει, μᾶλλον δὲ ζωήν, τοὺς τηροῦντας τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ-οὗτοι γὰρ ἀληθῶς ἄνθρωποί εἰσιν-βλαπτομένων ἐξ αὐτῆς τῶν κατὰ τὸν ἔσω ἄνθρωπον μεταβαλλόντων, ὡς καλεῖσθαι ἀλληγορικῶς μυίας σαπριούσας σκευασίαν ἐλαίου ἡδύσματος κατὰ τὸν Ἐκκλησιαστικήν. 2 Kor 2,17 Οὐ προσεκτέον τοῖς ἀπὸ τῶν ἑτεροδόξων λέγουσιν, ὅτι οἱ ἀπόστολοι ἐν Χριστῷ διδάσκοντες κατεναντίον τοῦ θεοῦ τοῦ ἑτέρου παρὰ τὸν πατέρα τοῦ σωτῆρος, τοῦτ' ἔστιν ἐναντία αὐτῷ φθεγγόμεθα. πολλοὺς δὲ λέγει τοὺς ἀπατῶντας διὰ τὸ χυδαῖον. καὶ γὰρ αὕτη ἡ φωνή, λέγω δὲ οἱ πολλοί, ὁμώνυμος οὖσα σημαίνει πλείονα· λέγεται γάρ ποτε ἀντὶ τοῦ "τινές", ὡς ὅταν ὁ κύριος λέγῃ· πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· ἀλλὰ καὶ ἀντὶ τῶν πρὸς ὀλίγους διαστελλομένων, ὡς ἐν τῷ πολλοὶ μὲν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί. δηλοῖ ἡ λέξις καὶ τοὺς πάντας, ὡς ἐν τῷ ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ 21 ἑνὸς ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· πάντες γὰρ