1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

18

ἱκανῶς πρὸς μετάνοιαν προτρεψάμενος. ἀναγκαίως οὖν ἐπήγαγεν· ἰδοὺ τοῦτο τρίτον ἔρχομαι πρὸς ὑμᾶς, ἵνα τὴν τρίτην ἐπιδημίαν ἀντὶ τριῶν μαρτύρων ἔχοντες βεβαιοῦσθε. εἰ γὰρ ἐπὶ στόματος μαρτύρων δύο ἢ τριῶν πᾶν ῥῆμα κατὰ κρίσιν ἐκφερόμενον ἵσταται, τοῦτ' ἔστι πληροῦταί τε καὶ βεβαιοῦται, οὕτως ἐχρῆν διὰ τῶν δύο ἐπιδημιῶν ὧν πεποίηκα βεβαίους ὑμᾶς ὑπάρχειν. ἐπειδὴ δὲ ἀκμὴν χρῄζετε τοῦ βεβαιωθῆναι, καὶ τρίτον ἔκρινα ἀπαντῆσαι ὑμῖν. 2Kor 13,10 Εἶχον ἐξουσίαν ἐπὶ τῷ οἰκοδομεῖν ὑμᾶς αὐτοὺς πόλιν καὶ ναὸν θεοῦ· ταύτην δὲ τὴν ἐξουσίαν καρποφορεῖν θέλω, δι' ὧν γράφω διδάσκων ὅτι οὐ πρὸς καθαίρεσιν τὴν ἐξουσίαν, ἀλλὰ τοῦ οἰκοδομεῖν ἔχω. 44 2 Kor 13,11 Μετὰ πᾶσαν προτροπὴν συμβουλεύει, ὁμοφροσύνην ἀναλαβόντας αὐτοὺς σπεύδειν ἐπὶ τέλος ἀγαθόν, ἀπαρτιζομένους ἀναλήψει γνησίας ἀρετῆς τε καὶ πίστεως· οὕτω γὰρ στηριγμὸν ἕξουσι τὸ αὐτὸ φρονοῦντες, εἰρήνην ἄγοντες ἐπὶ τῷ τὴν τοῦ θεοῦ ἀγάπην χώραν λαβοῦσαν παρ' αὐτοῖς γίνεσθαι. ταύτης γὰρ ἡ παρουσία τὸ ἀμετακίνητον αὐτοῖς περιποιήσει, ὡς ἕκαστον μιμούμενον τὸν διδάσκαλον εἰπεῖν· τίς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ; καὶ τὰ ἑξῆς. 2 Kor 13,12-13 ∆υνάμει τοῦτο λέγει· οὕτως ἐπίστανται ὑμᾶς οἱ ἅγιοι πάντες ὡς καὶ ἀσπάζεσθαι ὑμᾶς, ὅθεν γνώριμοι τοιούτων καὶ τηλικούτων ἀνδρῶν τυγχάνοντες πράττετε καὶ φρονεῖτε ἃ ἐκεῖνοι ἀποδέχονται. Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν· ἀμήν. ἔσται, φησί, τοῖς οὕτως εὐλογημένοις ἡ χάρις τοῦ κυρίου Ἰησοῦ ἤτοι σώζουσα αὐτοῖς ἄνευ ἔργων ἢ κεχαριτωμένους ποιοῦσα. ἔσται δὲ καὶ ἡ ἀγάπη τοῦ θεοῦ μετ' αὐτῶν καθ' ἣν ἀγαπᾷ αὐτοὺς ἢ αὐτοὶ αὐτὸν ἐξ ὅλης καρδίας καὶ ψυχῆς, καὶ πρόσεστι ἡ τοῦ ἁγίου πνεύματος κοινωνία πνευματικοὺς καὶ ἁγίους ποιοῦσα τοὺς μετέχοντας αὐτῆς. ἡμεῖς δὲ ἅπαντα ποιοῦμεν καὶ λέγομεν, ὥς φησιν ὁ μακάριος Ἰωάννης, ὥστε καὶ τῆς ἀγάπης ἄξιοι φανῆναι τοῦ θεοῦ καὶ ἐπιτυχεῖν τῶν μελλόντων ἀγαθῶν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.