1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

11

εἰπεῖν ἐφ' ἑκάστου τῶν ἀηδῶν, ὡς τὸ ἐπὶ δὲ τῶν καλῶν καὶ σωτηριωδῶν τοῦτό μοι εἴρηται. 2 Kor 6,11-13 Ὁ πολλὴν παρρησίαν εἰς τὸ λέγειν λαβὼν πρὸ τῆς προθυμίας τῶν ἀκροατῶν ἐρεῖ· τὸ στόμα ἡμῶν ἀνέῳγε καὶ ἡ καρδία ἐν τῷ νοεῖν πεπλάτυνται πρὸς ὑμᾶς, ὦ Κορίνθιοι· διὸ καὶ στενοχωρεῖσθε ὑπὸ ἐνοχλούσης ἀγνοίας. οὐκ ἐξ ἡμῶν ἔχετε τοῦτο· ἀπαιτοῦμεν γὰρ ὑμᾶς ὡς τέκνα ἀντιμισθίαν ἡμῖν παρασχεῖν διὰ τοῦ πλατύνειν ὑμῶν τὴν νόησιν πρὸς παραδοχὴν ἧς προσφέρομεν ὑμῖν παιδεύσεως. σπλάγχνα δὲ ἐνταῦθα ἐκλαβεῖν δεῖ οὐκ αἰσθητά· οὐ γὰρ περὶ σωματικῶν ἀλλὰ πνευματικῶν ὁ λόγος. 32 2 Kor 6,14-16 Ἐκκλησιαστικῇ συνηθείᾳ, μᾶλλον δὲ γραφικῇ σύζυγοι αἱ γαμεταὶ τοῖς ἀνδράσι λέγονται. κωλύει γοῦν καὶ διὰ τῶν προκειμένων ἑτερογαμίαν, γράφων· μὴ ἔσεσθε ἑτεροζυγοῦντες ἀπίστοις, μονονουχὶ τοῦτο λέγων· πιστὸς ἀνὴρ μὴ ἀγέσθω ἄπιστον γαμετήν. σὺ μὲν γὰρ ὑπὸ τὸν χρηστὸν Ἰησοῦ ζυγὸν ὑπάρχεις, ἐκείνη δὲ ὑπὸ ζυγὸν πονηροῦ τινός ἐστιν. ὁμοίως ἡ πίστιν ἔχουσα γυνὴ μὴ ζευγνύσθω ἀνθρώπῳ εἰδωλολάτρῃ. πείθει δὲ παραιτεῖσθαι τὴν ἑτεροζυγίαν, ἐπιφέρων τὰ πάντως ἐσόμενα φάσκων· ἢ τίς μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; καὶ τὰ ἑξῆς. ἐπεὶ γὰρ ὁ πιστὸς δικαιοσύνην ἔχει, καὶ φῶς ἐστι τοῦ κόσμου τυγχάνων ὑπὸ τὸν Χριστόν, ὁ δὲ ἄπιστος ἀνομίας ἐστὶ πλήρης ὡς διὰ τοῦτο σκότος εἶναι ὑποκείμενον τῷ Βελίαρ-πονηρὸς δέ τις οὗτος-, οὐ δεῖ μερίδα τὸν πιστὸν ἔχειν μετ' ἀπίστου. αὐτὸς μὲν γὰρ ναὸς θεοῦ κατεσκεύασται, ὁ δὲ ἄπιστος εἰδώλων ὅθεν ἐπεὶ ἀμέτοχος ἀνομίας ἡ δικαιοσύνη, καὶ ἀκοινωνήτως ἔχει τὸ φῶς πρὸς τὸ σκότος. ἀλλ' οὐδὲ συμφωνία τῷ Χριστῷ πρὸς τὸν Βελίαρ ἐστίν, οὐδὲ ναῷ θεοῦ συγκατάθεσίς τις μετὰ ναοῦ εἰδώλων, οὐ προσελθετέον γάμῳ τοιούτῳ· πλήσσει γὰρ τοῦτο πράσσων ὁ πιστός, μετέχων ἀνομίας, ἀλλὰ καὶ κοινωνῶν τῷ σκότει καὶ πρὸς τὸν Βελίαρ αὐτομολῶν καὶ μερίδα τὴν ἄπιστον ἀσπαζόμενος. φύγωμεν τοιγαροῦν τὰ προειρημένα πάντα, ναὸς ὄντες τοῦ εἰρηκότος θεοῦ· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. εἰ γὰρ υἱοὶ καὶ θυγατέρες θεοῦ γίνεσθε ἀφορισθέντες τῶν ἀκαθάρτων ἀπίστων, μὴ τῷ αὐτῷ ζυγῷ ὑποβάλητε ἑαυτοὺς ἵνα τῶν ἱερῶν τούτων ἀμοιβῶν τύχητε, καθαρίσαντες ἑαυτοὺς ἀπὸ πάντων μιασμάτων τῶν ἐξ ἑτερογαμίας γινομένων σαρκίνων ὄντων· τότε γὰρ τὴν τοῦ πνεύματος πρακτικῶς καὶ τῷ φρονεῖν ἐπιτελέσετε ἁγιωσύνην.

2 Kor 7,1 Στίζεται δὲ ἡ προκειμένη λέξις διαφόρως. οἱ μὲν γὰρ

ἀναγινώσκουσιν· ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ὅπως μηδὲ σαρκὸς μηδὲ πνεύματος, τοῦτ' ἔστι τῆς ψυχῆς ἢ τῆς γνώμης, μολυσμὸν ἐξ ἁμαρτίας σχῶμεν· τότε γὰρ ἀναγκαίως ἕψεται ἐπιτελέσαι ἡμᾶς ἐν φόβῳ κυρίου ἁγιωσύνην ὥστε πνεύματι καὶ σώματι ἁγίους εἶναι. ἕτεροι δὲ ἀναγνόντες τὸ καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, διαστέλλουσι 33 καὶ πνεύματος ἐπιτελοῦντες ἁγιωσύνην. κρατύνουσι δὲ τὴν διαστολὴν ταύτην ὅσοι θέλουσι, τὸ ἅγιον εἶναι πνεῦμα τὸ ἄνευ προσθήκης ἐν ταῖς γραφαῖς φερόμενον· φασὶ γὰρ τὴν γραφὴν δηλῶσαι βουλομένην τοῦτο, ὅπου μὲν ἅγιον ᾖ θεοῦ πνεῦμα ἢ ἕτερόν τι τοιοῦτον λέγεσθαι. ἀλλὰ καὶ ἄνευ προσθήκης ὡς ἐν τῷ αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, τοῦ ἐναντίου μετὰ προσθήκης ἀεὶ καλουμένου οὕτως πνεῦμα ἀκάθαρτον, πνεῦμα πονηρόν, πνεῦμα δαιμονίου, καὶ εἴ πως ἄλλως μετὰ προσθήκης προφέρεται. 2 Kor 7,2-5 Παρρησιάζεσθαι μέλλων μετὰ τῶν συνεκπεμπόντων τὴν ἐπιστολήν, φησὶ τοῖς Κορινθίοις· χωρήσατε, τοῦτ' ἔστιν ἐνέγκατε ἡμᾶς ἀπολογουμένους. οὐδενὶ ὑμῶν αἴτιοι ἀδικίας ἢ φθορᾶς ἢ πλεονεξίας γεγενήμεθα. ταῦτα δὲ παρρησιάζομαι, οὐ κατακρίνειν ὑμᾶς βουλόμενος· προεμαρτυράμην γὰρ ὅτι οὕτως ἑτοίμως ἔχετε ὡς ὑπεραποθανεῖν ἡμῶν. καὶ γὰρ ἡμεῖς ὑπὲρ ὑμῶν· ἡ γὰρ