1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

8

ἀλλὰ καὶ ὁ ζωὴν καὶ εὐσέβειαν καὶ σπουδὴν ἔχων ἀδιαστάτως ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας λέξει· ὡς ἄρα ἡμεῖς οἱ ζῶντες τὸν εἰρημένον τρόπον, τοῦτ' ἔστιν ἄνευ διαλειμμάτων, εἰς θάνατον παραδιδόμεθα. εἰς τοῦτο λήψῃ καὶ τὸ λεχθὲν ὑπὸ Στεφάνου πρὸς Ἰουδαίους· ἀεὶ γὰρ ὑμεῖς τῷ ἁγίῳ πνεύματι ἀντιπίπτετε· συνέζευξε γὰρ αὐτῷ τὸ τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ἡ μῶν; ταύτης τῆς διανοίας ἐστὶ καὶ τὸ εἶπα· ἀεὶ πλανῶνται τῇ καρδίᾳ, τοῦτ' ἔστιν οὐ ποτὲ μέν, ποτὲ δὲ οὔ, ἀλλ' ἀδιαστάτως. τὸ ἐσιώπησα δέ, μὴ καὶ ἀεὶ σιωπήσομαι; τὸ ἀτελεύτητον καὶ ἄπαυστον δηλοῖ· εἰ γὰρ καὶ νῦν, φησί, μακροθυμῶ ἁμαρτανόντων ὑμῶν, ἀλλ' οὖν οὐκ εἰς τὸ ἄπαυστον ἔσται ὑπέρθεσις τῆς τιμωρίας· μετὰ γὰρ πολλὴν μακροθυμίαν τιμωρηθήσονται οἱ ἐμμένοντες τῇ κακίᾳ. 2 κορ 4,13 Πνεῦμα καλεῖ, φησί, πίστεως τὴν μετέχουσαν τῆς πίστεως ἣν ἔχει τις. 2 Kor 4,16 Ἐν παντὶ γὰρ θλιβομένων ἡμῶν ὁ ἔξω ἄνθρωπος φθείρεται.

2 Kor 5,1 ∆ύο οἰκίας διαφόρους σημαίνει ἡ προκειμένη γραφή· μίαν μὲν

ἐπίγειον καὶ χειροποίητον, τὸν φαινόμενον εἶναι κόσμον ταῖς τοῦ θεοῦ χερσὶν εἰς τὸ εἶναι παρηγμένον-δεικνὺς γὰρ τὰ αἰσθητὰ πάντα φησίν· ἡ χείρ σου ἐποίησε ταῦτα πάντα, ἀλλὰ καί· τὰ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί, τῆς αὐτῆς ἐστι νοήσεως- οἰκίαν δὲ ἀχειροποίητον οὖσαν ἐν τοῖς οὐρανοῖς, τὸν κόσμον τὸν ἄλλον παρὰ τοῦτον. ἐπεὶ οὖν καταλυομένου τοῦ αἰσθητοῦ κόσμου οὐ παράγει τὸ σχῆμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, παρελευσομένων οὐκ εἰς τὸ μὴ ὄν, οἱ ἄνθρωποι καταστρέφουσι τὸν οἰκήσαντα πρότερον ἐν τῇ καταλυομένῃ ἐπιγείῳ οἰκίᾳ, διαδέξεται ἡ μέλλουσα καὶ 27 αἰώνιος. εἶπεν δέ· οἰκίαν ἔχομεν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς, δεικνὺς ὅτι ἀπεντεῦθεν, μᾶλλον δὲ ἐκ πολλοῦ εὐτρέπισται τοῖς ἀξίοις τοῦ τυχεῖν αὐτῆς. ἀμέλει γοῦν τὰς ἐν αὐτῇ ἐπαγγελίας ἃς ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἄλλη αἴσθησις ἢ νόησις κατείληφεν, προητοιμάσθαι ὑπὸ τοῦ θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν εἴρηται. καὶ ὁ σωτήρ φησιν· κληρονομήσατε τὴν βασιλείαν τὴν ἡτοιμασμένην ὑμῖν πρὸ καταβολῆς κόσμου. αὕτη δὲ ἡ λεχθεῖσα αἰσθητὴ μονὴ οἰκία εἴρηται οὐ καθάπαξ ἡμῶν, ἀλλ' ἡ τοῦ σκήνους ἡμῶν· ἡ γὰρ ἐπουράνιος ἡμῶν προηγουμένως οἴκησίς ἐστιν. κἂν γὰρ ἐξ ἀναστάσεως ἀποδοθῇ τὸ σκῆνος τῆς ψυχῆς ὡς εἶναι καὶ αὐτὸ ἐν τῇ ἐπουρανίῳ οἰκίᾳ, ἀλλ' οὖν προηγουμένως τῆς ψυχῆς ἡ διατριβὴ αὕτη, κατὰ συμβεβηκὸς δὲ καὶ οὗ περίκειται σκηνώματος· ὡς αὖ ἐπίγειος κατὰ πρότερον λόγον οἰκία ἐστὶ τοῦ σκήνους, δευτέρως δὲ καὶ τῆς ψυχῆς οὔσης ἐν τῷ σώματι. ἀνέγνων που οἰκίαν μὲν ἐπίγειον σκήνους λέγεσθαι τὸ ἐξ ὀστῶν καὶ σαρκῶν συγκείμενον σῶμα, σκῆνος δὲ ὂν ἐν τῇ οἰκίᾳ ταύτῃ τὸ σχῆμα τοῦ ἔσω ἀνθρώπου, ὅ ἐστιν αὐγοειδὲς καὶ ὀργανικὸν σῶμα. οἱ οὕτως ἑρμηνεύοντές φασιν οὖν· καταλυομένης ταύτης τῆς οἰκίας τοῦ παχέος σώματος, μετοικίζεται ἡ ψυχὴ ἐπὶ τὸν οὐράνιον χῶρον, καλούμενον οἰκίαν ἀχειροποίητον αἰώνιον. ἀπολήψεται δὲ καὶ ὃ ἀπέθετο σῶμα οὐράνιον γεγενημένον, ὅπερ οἰκητήριον ἐξ οὐρανοῦ ὀνομάζεται. 2 Kor 5,2-4 Εἰ καὶ καταλυθείσης τῆς προειρημένης οἰκίας τοῦ σκήνους, περικείμεθα τὸ σκῆνος ἐν αὐτῷ μεταβαίνοντες εἰς τὴν οὐράνιον οἰκίαν· ἀλλ' οὖν ἐν αὐτῷ τυγχάνοντες στενάζομεν ἐπενδύσασθαι ποθοῦντες τὸ ἐξ οὐρανοῦ οἰκητήριον, τοῦτο δέ ἐστιν ὃ ἀπεθέμεθα σῶμα, ἐξ οὐρανοῦ τότε χρηματίζον ὅταν τὴν ἀφθαρσίαν καὶ ἀθανασίαν ἐνδύσηται. ἀλλ' εἰ καὶ ἐπιποθοῦμεν τοῦτο τὸ οἰκητήριον, σκόπει εἰ ὁ ἐνδυσάμενος αὐτὸ πάντως σκεπάζεται πρὸς αὐτοῦ· τοῦτο γὰρ δηλοῦται ἐκ τοῦ εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. οὐ γυμνὸς δὲ εὑρίσκεται ἐνδυσάμενος αὐτὸ ὁ πιστὸς καὶ ἅγιος πρὸ αὐτοῦ τούτου ἐνδυσάμενος τὸν κύριον Ἰησοῦν καὶ ὅπλα φωτὸς καὶ σπλάγχνα οἰκτιρμοῦ· ὁ γὰρ ἄπιστος καὶ φαῦλος κἂν τύχῃ τοῦ πνευματικοῦ σώματος ὃ καλεῖται ἐξ οὐρανοῦ οἰκητήριον, γυμνὸς εὑρεθήσεται, οὐ σπουδάσας