1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

15

ἀποστόλοις πᾶσιν ἡ ὑπὸ τοῦ σωτῆρος γενομένη ἐκλογὴ μαρτυρεῖ, ὡς καὶ αὐτοὺς μὴ ἑαυτοὺς συνεσταλκέναι, ἀλλ' ἐκ θεοῦ ἐσχηκέναι τοῦτο.

2 Kor 11,1-3 ∆είξας ὡς οὐ σοφῶν ἀλλ' ἀφρόνων ἐστὶ τὸ αὑτοὺς ἐπαινεῖν, καὶ

ὅτι Κορίνθιοι μᾶλλον ὑπὸ τῶν τοιούτων ψυχαγωγοῦνται, φησὶ πρὸς αὐτούς· ὤφελον ἀνείχεσθέ μου λέγοντος περὶ ἐμαυτοῦ ὃ κἀκεῖνοι λέγουσι περὶ ἑαυτῶν· καὶ γὰρ ἔχων ἀληθῆ πολλὰ γράφειν παρῃτησάμην ἄν, ἐπιστάμενος ὡς ἀφρόνων τυγχάνει τὸ περιαυτολογεῖν. ἀλλ' ἐπεὶ ἀνέχεσθε τῶν οὕτω λεγόντων, ἐρῶ κἀγώ, οὐχ ὅπως ἔπαινον θηρεύσω, ἀλλ' ὠφελείας ὑμῖν αἴτιος γένωμαι· κατὰ θεὸν γὰρ ὑμᾶς ζηλῶ, οὐ βουλόμενος φθαρήσεσθαι τὰ νοήματα ὑμῶν πρός τινος τῶν κακὰ λεγόντων. καὶ ἀκολούθως γε τὸν προειρημένον ζῆλον ἔχω, ἐπείπερ τῷ ἀληθῶς ἑνὶ ἀνδρὶ Χριστῷ ἐμνηστευσάμην τὴν ἐκκλησίαν ὑμῶν οὖσαν παρθένον ἁγνήν. δέος δέ, μὴ ὡς τὴν μητέρα τοῦ γένους ἡμῶν ἔφθειρεν ὁ ὄφις πανουργίᾳ χρησάμενος, φθαρῆτε καὶ ὑμεῖς ὑπὸ ψευδοδιδασκάλων δι' ἀκεραιότητα ἣν ἔχετε· εὐφήμως δὲ ταύτην εὐχέρειαν οὖσαν ἁπλό 39 τητα ὠνόμασεν. γνώσεται δέ τις ὡς πανουργίᾳ τοῦ ὄφεως ἐξηπατήθη Εὔα, ἐπιστήσας ὡς παρεποίησε τὴν θείαν ἐντολὴν τοῦ θεοῦ εἰπόντος· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ καὶ τὰ ἑξῆς. τὸ γὰρ προσταγὲν καθ' ὅλου εἰς τὸ ἀντικείμενον σοφιστικῶς μετήγαγεν. 2 Kor 11,7-10 Ἢ δοκεῖτε ὅτι δωρεὰν τὸ εὐαγγέλιον ὑμῖν διακονήσας ἥμαρτον ἐμαυτὸν ταπεινῶν; κατηγόρησα ἐμαυτοῦ, ὅπως δόξητε ὑψοῦσθαι, ἐπὶ τῷ δῆθεν ἀληθεύειν κατ' ἐμαυτοῦ ὡς ἡμαρτηκότος, ἐπεὶ μὴ ἔλαβον μισθὸν τοῦ εὐαγγελίου. ἴστε δὲ ὅτι οὐ μόνον ἀποδημῶν ὑμῶν παρητησάμην λαβεῖν τι, ἀλλὰ καὶ παρὼν τῇ πατρίδι ὑμῶν, ὑστερηθεὶς τῶν ἀναγκαίων ἐπιλειψάντων, οὐ φορτικὸς γεγένημαι ἄλλων ἐκκλησιῶν τὴν χρείαν ἀποπληρωσασῶν· καὶ γὰρ οἱ ἀπὸ Μακεδονίας πρὸς μὲ ἐλθόντες ἀδελφοὶ τὰ πρὸς τὰς χρείας παρέσχον. αὕτη δὲ ἡ παρρησία σώζεταί μοι πρὸς πάσας τὰς τῆς Ἀχαΐας ἐκκλησίας· φυλάξω δὲ αὐτὴν ταύτην τὴν πρόθεσιν, ἵνα ἐν παντὶ ἀβαρῆ ὥσπερ ἐτήρησα ἐμαυτὸν καὶ τηρήσω. 2 Kor 11,12 Οὐ γὰρ μισοῦντες τοῦτο πράττομεν, ἀλλ' ἵνα ἐκκόψωμεν πᾶσαν πρόφασιν τῶν ποθούντων ἀφορμὰς εὑρίσκειν διαβολῆς, ἵνα κἂν αὐχεῖν δοκῶσι τὸ μὴ λαμβάνειν τι παρά τινος οἱ ἀπατεῶνες, εὑρεθῶσιν ὡς καὶ ἡμεῖς· οὐ γὰρ ἡμεῖς ὡς ἐκεῖνοι, ἀλλ' αὐτοὶ ὡς ἡμεῖς εὑρεθήσονται. εἰ δὲ ἔστιν ἀληθεύοντα παρρησιάσασθαι, τῷ δοκεῖν ὡς ἡμεῖς εὑρίσκονται· ἡμεῖς γὰρ ἀληθεῖ προθέσει μετερχόμεθα τὴν λεχθεῖσαν οἰκονομίαν, αὐτοὶ δὲ ἐπιμορφαζόμενοι τὸ καλὸν οὐκ εἶναι τοιοῦτοι, ἀλλὰ δοκεῖν εἶναι ποθοῦντες. 2 Kor 11,13-15 Οἱ τῷ ὄντι ἀπόστολοι ἐργάται ἄνευ προσθήκης εἴρηνται ἐν τῷ δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ἵνα ἐργάτας ἐκβάλῃ, καὶ ἔτι ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. οὗτοι δὲ περὶ ὧν γράφω, ἐνταῦθα μὲν ἐργάται δόλιοι, ἐν ἄλλῃ δὲ ἐπιστολῇ ἐργάται κακοὶ ὀνομάζονται. μετασχηματίζονται οὖν εἰς ἀποστόλους Χριστοῦ, οὐκ ὄντες τοιοῦτοι ἀλλὰ σχήματι μόνῳ ἀπατῶντες, προαίρεσιν τὴν αὐτὴν ἔχοντες τοῖς ψευδοπροφήταις οἳ τὴν γνώμην λύκοι ἅρπαγες ὄντες περιβάλλονται κώδια, ἵνα δόξωσιν εἶναι πρόβατα. τοῦτο εἰπὼν περὶ αὐτῶν δείκνυσιν ὡς οὐ παράδοξον 40 τὸ εἰρημένον· εἰ γὰρ ὁ αἴτιος τυγχάνων τοῦ τοιούτους αὐτοὺς εἶναι- διάβολος δὲ οὗτος-ὑποκρίνεται ἄγγελος εἶναι φωτός, σκότους ὑπάρχων, ἀκολούθως οἱ πρὸς αὐτοῦ εἰς τὸ πλανᾶν ὁδηγούμενοι μεταχαράττουσιν ἑαυτοὺς ὡς ὑποληφθῆναι ἀκεραίοις, ὅτι διάκονοι δικαιοσύνης εἰσίν. ἰστέον ὅτι τὸ μετασχηματίζεσθαι τὸν σατανᾶν εἰς ἄγγελον φωτὸς καταχρηστικώτερον εἴρηται· κυρίως γὰρ μετασχηματισμὸς ἐπὶ σωμάτων ἀμειβόντων σώματα κατηγορεῖται. μᾶλλον οὖν ἡ προκειμένη λέξις δηλοῖ τὸν ἐπιμορφαζόμενον τὸ φῶς ἀγνοίας καὶ τοῦ λοιποῦ σκότους πλήρη ὄντα. ἐὰν δὲ σκότους ἀκούῃ τις εἶναι τὸν