1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

6

πάροχος ἡ τοῦ πνεύματος διακονία. πειρᾶται δὲ ἀπόδειξιν ἐπαγαγεῖν τοῦ ἐν δόξῃ εἶναι τὴν τοῦ πνεύματος διακονίαν, ἐκ τοῦ ἐλάττονος ποιούμενος τὴν ἐπιχείρησιν· φησὶ γάρ· εἰ ἡ τῆς κατακρίσεως διακονία τοσαύτην ἔσχε δόξαν ὡς μὴ πάντας τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὴν τελείωσιν βλέψαι δύνασθαι-μόγις γὰρ κεκαλυμμένην αὐτὴν ἔφερον-, πόσῳ μᾶλλον ἡ πνευματικὴ διακονία ἔσται ἐκ δόξῃ; τοῦ αὐτοῦ θεωρήματος καὶ ἑτέραν ἐπιχείρησιν ποιεῖται φάσκων· ἡ προτέρα γραφὴ κατακρίνουσα τοὺς ἀξίους ἧς εἶχον κατὰ ἁμαρτίαν ζωῆς ὡς τὸν εἰρημένον ἐνεγκεῖν θάνατον, μέχρι καιροῦ τινος δέδοται· διαδέχεται γὰρ αὐτὴν ἡ εὐαγγελικὴ διδασκαλία αὕτη ἀδιάδοχος οὖσα. εἰ τοίνυν τὸ καταργούμενον τὸ τέλος ἔχει ἐν δόξῃ, πολλῷ πλέον τὸ μένον πλείονα δόξαν ἔχει· ἡ καταργεῖται λέξις οὐ λοιδορικῶς κεῖται. ἀμέλει γοῦν καὶ ἡ ἐκ μέρους τῶν ἁγίων γνῶσις καὶ προφητεία καταργηθήσεται, οὐ καθάπαξ ἀλλὰ παρουσίᾳ τῆς γνώσεως τῆς ἀληθείας. καὶ ὥσπερ εἰ λέγοιμεν καταργεῖσθαι τὴν εἰσαγωγικὴν διδασκαλίαν ἐξ ἐπιστήμης τῶν τελείων θεωρημάτων, οὐχ 23 ὑβριστικῶς φαμεν· δηλῶσαι γὰρ διὰ τῆς λέξεως προτιθεμένης χρείας τῆς πρὸς τὸν εἰσαγόμενον Παῦλον. τοιγαροῦν τοιαύτην πεποίθησιν ἔχοντες, ὡς διάκονοι καινῆς διαθήκης τεθειμένοι, ἀνεγκαλύπτως τὴν διδασκαλίαν προφέροντες πολλῇ παρρησίᾳ χρώμεθα, τελείων ὄντες ἀκροατῶν διδάσκαλοι, ἐπείπερ ἣν προφερόμεθα παίδευσιν οὐκ ἔξωθεν δέεται δόξης, σύμφυτον αὐτὴν ἔχουσα. Μωϋσῆς μὲν γὰρ κάλυμμα ἐπὶ τὸ πρόσωπον ἔφερε τοῖς πολλοῖς τοῦ λαοῦ ὁμιλῶν· οὐ γὰρ ἔφερον τὸ μεγαλοφυὲς τῆς διδασκαλίας. ἀμέλει γοῦν τοῖς πρεσβυτέροις καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ καὶ εἴ τις κατ' ἐκείνους διαλεγόμενος γυμνὴν ἐπεδείκνυτο τὴν δόξαν. ἐγίνετο δὲ καὶ τοῦτο ὡς καὶ πλείονα ἄλλα συμβολικῶς ὑπὸ Μωϋσέως· ὁ γὰρ ἀνὴρ οὗτος τοῦ νόμου φέρει τὸ πρόσωπον, καὶ ἐπεὶ ὁ νόμος πρὸς διάνοιαν καὶ ῥητόν ἐστιν εἰρημένος τοῖς κατὰ γράμμα καὶ λέξιν μόνον προσβαλεῖν δυναμένοις, κεκαλυμμένος σκιᾷ καὶ ἱστορίαις προσέρχεται τοῖς ὑπεραναβεβηκόσιν, τὰ κατ' ἀλληγορίαν πνευματικὴν ἄνευ καλύμματος παραδιδούς. κἂν τοίνυν κεκάλυπται Μωϋσῆς τισιν, οὐκ αὐτοῦ ἀλλὰ τῶν μὴ δυναμένων ἄνευ καλύμματος τὴν δόξαν αὐτοῦ ὁρᾶν τὸ ἔγκλημα, ἐπεὶ καὶ τῷ Ἰησοῦ ἐγκλητέον τὰ μυστήρια μὴ πᾶσι φανεροῦντι· τοῖς γὰρ ἔξω ἐν παραβολαῖς αὐτὰ ἐλάλει. ὥστε καὶ ὁ εὐαγγελικὸς λόγος τοῖς μὲν ἐξωτερικοῖς κεκαλυμμένως, τοῖς δὲ ἔνδον εἰς τὴν μυστικὴν διάνοιαν εἰσεληλυθόσιν ἀνεγκαλύπτως διαλέγεται, τὴν σαφήνειαν τῶν παραβολῶν ποιούμενος, φάσκων τοῖς εἰς τὴν οἰκίαν αὐτοῦ εἰσιοῦσιν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, τοῖς δὲ ἔξω ἐν παραβολαῖς πάντα γίνεται. ἀμέλει γοῦν προκείμενον αὐτὸ δείκνυσιν, διὰ τοῦτο καλύπτειν Μωϋσέα ἣν ἔχει δόξαν ἐπὶ τοῦ προσώπου, ἐπεὶ πεπώρωνται τὰ νοήματα τῶν μὴ οἵων τε γυμνὸν αὐτὸν ὁρᾶν. φαίνεται διὰ τοῦ εἱρμοῦ πάντων τῶν προκειμένων τὸν νόμον Μωϋσέα καλῶν. 2 Kor 3,17 Ἐκ τούτων ἀνατρέπεται ὁ μῦθος τῶν διακοπτόντων τὴν θεοῦ γραφήν· μία γάρ ἐστιν ὁτὲ μὲν τύποις καὶ σκιᾷ κεκαλυμμένη, ὁτὲ δὲ ἄνευ καλυμμάτων προφαινομένη, ἐπείπερ ἀπὸ πνεύματος κυριακοῦ τὴν ἀποκάλυψιν αὐτῆς δεχόμεθα, πεπεισμένοι ἐλευθερίαν εἶναι τὸ κυρίου πνεῦμα.

2 Kor 4,3-4 Θεὸν τοῦ αἰῶνος τούτου τὸν διάβολον εἶναί φησιν, ὡς καὶ τὰ

δαιμόνια τῶν ἐθνῶν θεοί, καὶ ἡ κοιλία τῶν γαστριμάργων. στίζουσι δέ τινες εἰς τὸ ἐν οἷς ὁ θεός, ἑξῆς ἀναγινώσκοντες ἀπ' ἰδίας ἀρχῆς· τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων. ἀμέλει γοῦν καὶ εὐέλεγκτα λέγουσιν· εἰ γὰρ ἄπιστοί 24 τινές εἰσι τούτου τοῦ αἰῶνος, εὑρεθεῖεν ἕτεροι ἄπιστοι οὐκ ὄντες αὐτοῦ. πᾶς γὰρ ἄπιστός ἐστι τούτου τοῦ αἰῶνος· οὐδεὶς γὰρ ὑπερβὰς αὐτὸν καὶ καταξιωθεὶς τοῦ μέλλοντος αἰῶνος, τετύφλωται ἐν νοήμασιν, ἀλλ' ἔχει πεφωτισμένους τοὺς ὀφθαλμούς. ἔγνων