1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

5

ἄνθρωποι παρακούσαντος τοῦ Ἀδὰμ ὑπὸ ἁμαρτίαν εἰσίν. δηλοῖ δὲ καὶ τοὺς χυδαίους, ὡς ἐν τῷ προκειμένῳ καὶ τῷ μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί· σημαίνει δὲ καὶ τοὺς ὅπως ποτὲ πλείονας ὄντας, καθάπερ ἐν τῷ πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ, καὶ πολλοὶ λέγουσι τῇ ψυχῇ μου. ἐν τῇ ἐκκειμένῃ φωνῇ τῇ οὔκ ἐσμεν ὥς τινες καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, τοῦτ' ἔστιν ἐξυδαροῦντες αὐτὸν διὰ ψυχρολογίας καὶ μωρᾶς ἐξηγήσεως, ἀλλ' ὡς ἐξ εἰλικρινείας ἀδόλως καὶ καθαρῶς αὐτὸν προσφερόμεθα.

2 Kor 3,1-3 Ἐπιπλήττει ἠρέμα Κορινθίοις ὡς ἔτι ἀγνοοῦσι τὸ ἀποστολικὸν

μέγεθος, φάσκων· ὡς ἐξ εἰλικρινείας ἐκ θεοῦ κατέναντι θεοῦ λαλοῦντες δοκῶμεν καὶ ὑμῖν πεφανερῶσθαι ὡς οὕτως ἔχομεν γνώμης, εἰ μὴ ἄρα οὕτως διάγετε ὡς δεῖσθαι συνιστάσης ὑμᾶς ἐπιστολῆς πρὸς ὑμᾶς. οὕτω δὲ φανερὰ τὰ καθ' ἡμᾶς ἐστιν, ὡς μήτε ὑμᾶς συνιστᾶν [ὑμᾶς] ἄλλοις, μηδὲ ἑτέρους ὑμῖν· καὶ γὰρ αὐτοὶ ὑμεῖς ἐπιστολή ἐστε Χριστοῦ ὑφ' ἡμῶν διακονηθεῖσα, πραγματικῶς γεγραμμένη πνεύματι θεοῦ ζῶντος ἀλλ' οὐ μέλανι. λόγοι μὲν γὰρ χαράττονται μέλανι, πραγματικὸς δὲ καὶ θεωρητικὸς βίος πνεύματι θεοῦ ζῶντος χαρακτηρίζεται, ὡς τὸν οὕτω γραφέντα ζῆν κατὰ θεὸν πνεύματι· οἱ γὰρ ἠλίθιοι τὰς ψυχὰς ὡς πλάκες λίθιναι δέχονται ἐκ μέλανος τοὺς τύπους, οἱ δὲ εὔεικτοι πρὸς συγκατάθεσιν τῶν θείων ἐν καρδίαις σαρκίναις, τοῦτ' ἔστιν αἰσθητικαῖς, δέχονται γραφὴν τὴν ἐκ ζῶντος θεοῦ πνεύματος· ἀπογράφονται γὰρ τὴν παίδευσιν τρισσῶς ἐπὶ τὸ πλάτος τῆς καρδίας, ἅτε τοῦ θεοῦ διδόντος νόμους ἐν τῇ διανοίᾳ, ἐν τῷ ἐπιγράφειν αὐτοὺς ἐπὶ τὸ πλάτος τῆς καρδίας. 2 Kor 3,4-6 Μή τις οἰέσθω βλακεύεσθαι ἡμᾶς ἐφ' ἑαυτοῖς λέγοντας· ὡς ἐξ εἰλικρινείας κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν· οὕτω γὰρ περὶ ἑαυτῶν διακείμεθα ὡς θεὸς ἡμᾶς ἱκανοὺς πρὸς διακονίαν τοῦ λόγου καλέσας ἐποίησεν, οὐκ ἔχοντας ἐξ αὑτῶν τὸ λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν κατὰ θείαν ἐπιστήμην· αὐτὸς γὰρ ὁ δοὺς διακονεῖν ἡμῖν τὴν καινὴν διαθήκην, τὴν πεποίθησιν τὴν πρὸς τὸ λέγειν ὤρεξεν. ἔστι δὲ ἣν ἐπιστεύθημεν διακονίαν πνεύματος ἀλλ' οὐ γράμματος-ἀποκτέννει μὲν γὰρ τὸ γράμμα, ζωοποιεῖ δὲ τὸ πνεῦμα-τῆς τοῦ ζωοποιοῦντος πνεύματος ἡ διαθήκη καινή, οὐ παλαιουμένη· οὐ γὰρ ἐπιγίνεται διδασκαλία ἄλλη μετ' 22 αὐτὴν ἐν τῷ βίῳ τούτῳ· ἀδιάδοχος γάρ ἐστιν. χρῶνται δὲ καὶ τῇ λέξει ταύτῃ πρὸς διαβολὴν τῆς παλαιᾶς διαθήκης οἱ ἑτερόδοξοι, φάσκοντες ἐκείνην μὲν τὴν γραφὴν θανατοῦν, ζωοποιεῖν δὲ τὴν καινὴν ὡς οὖσαν τοῦ ζωοποιοῦντος πνεύματος· διὸ ἐλεγκτέον αὐτοὺς πολὺ μακρὰν ὄντας τῆς ἀποστολικῆς διανοίας. εἰ γὰρ καὶ ἀποκτέννει τὸ γράμμα, ἀλλ' οὖν ἐπαινετὸν ἐπιφέρει θάνατον τοῖς ἀναιρουμένοις· ζῶντες γὰρ τῇ ἀγνοίᾳ καὶ τῇ κακίᾳ πρὸ παραδοχῆς τῆς νομικῆς διδασκαλίας, μετὰ τὸ παραδέξασθαι αὐτὴν θανατοῦνται ἀποβάλλοντες ἣν εἶχον πονηρὰν ζωήν. οὕτω γὰρ ἕτοιμοι πρὸς τὸ δέξασθαι τὴν τοῦ πνεύματος ζωοποίησιν ἔσονται, οἷον· ὁ ὢν ἐν κακῷ ζῇ κατ' αὐτὸ, ὁ ἐκκλίνας ἀπ' αὐτοῦ ἀποβάλλει ἣν εἶχε κατ' αὐτὸ ζωήν, ἐλευσόμενος διὰ τῆς τοῦ ἀγαθοῦ ποιήσεως ἐπὶ τὸ μακαρίως ζῆν· ὡς γὰρ τὸ κακὸν καὶ ἀγαθὸν ἀσυνύπαρκτα, οὕτω καὶ αἱ ἑκάτεραι ζωαὶ ἅμα εἶναι οὐ δύνανται. οὐ ψέγεται τοιγαροῦν τὸ γράμμα τέλος ἐπιβαλὸν τῇ φαύλῃ ζωῇ· προσάξει γὰρ εὐθέως τῇ κατὰ τὸ πνεῦμα ζωοποιήσει. 2 Kor 3,7-16 Συγκρίνει ἀμφοτέρας τὰς διαθήκας, τὴν καινὴν καὶ παλαιάν, ἑκατέρᾳ μαρτυρῶν τὸ ἐν δόξῃ τῇ ἐκ θεοῦ δεδόσθαι. ὅμως δὲ εἰ καὶ ἀμφότεραι δεδοξασμέναι, ἡ ἐν πνεύματι πλείονα δόξαν ἔχει. εἰ δὲ ἐκ συγκρίσεως πλείων ἡ τοῦ πνεύματος δόξα, οὐ ψεκτὴ πρὸς ἣν συγκρίνεται· ἀγαθοῦ γὰρ ἀγαθὸν μᾶλλον ἀγαθόν. διακονία γὰρ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἡ διὰ Μωϋσέως ἐστίν, διακονοῦσα θάνατον ὃν εἴπομεν ἐπιφέρειν τὸ γράμμα. ὥσπερ οὖν ἐκείνη τοῦ λεχθέντος θανάτου ποιητική, οὕτω τῆς μετὰ τὸν θάνατον ἐκεῖνον ζωῆς