1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

14

τῆς ἀληθείας, ἀσεβῆ καὶ ἄθεα δόγματα παρεισάγοντες, τῇ δεινότητι τῶν λόγων φρούρια ὀχυρὰ οἰκοδομοῦντες, ἔνδον αὐτῶν χωροῦντες ἡγοῦνται εἶναι ἀκατα 37 μάχητοι. πρὸς τούτοις ἃ διδασκαλικῶς δῆθεν σὺν φαινομένῃ ἀποδείξει προφέρουσι μάταιον ὕψος ἔχοντα, ψευδεῖ νοήσει ἐπαίρεται ὡς ἀνωτέρω χωροῦντα τῆς ἐκκλησιαστικῆς γνώμης ὀνομαζομένης "γνώσεως θεοῦ". αὐτὸς γὰρ αὐτοῖς τοῖς ἀξίοις παρέχει. ἕνεκα γοῦν τοῦ καθαιρῆσαι τὰ προειρημένα ὑψώματα καὶ ὀχυρώματα, ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ θεοῦ κατὰ πνεῦμα, τῷ εἰρημένῳ τρόπῳ στρατευόμεθα. διαλύομεν γοῦν τοὺς σοφιστικοὺς αὐτῶν λόγους, καὶ τὰ δόγματα διελέγχομεν. ἀμέλει γοῦν πᾶν νόημα τῶν ἠπατημένων κεκρατημένων ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ ἀνατραφὲν ἐν χώρᾳ τῇ ἐκείνων αἰχμαλωτίζοντες φέρομεν πρὸς τὸ ὑπακοῦσαι τῷ Χριστῷ. δυνατὸν ἐκλαβεῖν καὶ οὕτως· πᾶν νόημα τὸ ὅπως ποτὲ ἔν τινι διδασκαλίᾳ φερόμενον ἀνάγκῃ καὶ βίᾳ μετοικίζοντες πρὸς τὸ πεῖσαι ὑπακοῦσαι τῷ Χριστῷ φέρομεν. οὕτω γὰρ τὸ Ἀθήνησιν ἀνακείμενον βωμῷ ἐπίγραμμα, ἐμφαῖνον πολλῶν θεῶν νόημα, ἑλκύσας ὁ ταῦτα γράφων μετήνεγκεν εἰς τὸν μόνον ἀληθινὸν θεόν, φήσας· ὃν οὐκ ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. ἀγνοούμενον δὲ πλῆθος θεῶν ἐδήλου τὸ ἐπίγραμμα. ὅταν οὖν πᾶν νόημα αἰχμαλωτισθῇ εἰς ὑπακοὴν τοῦ Χριστοῦ, τὸ τηνικάδε ἑτοίμως ἕξομεν κατὰ πάσης παρακοῆς ἐπαγαγεῖν ἐκδίκησιν, ὥσπερ οἱ αἰχμαλώτους λαβόντες ἐν τῷ νενικηκέναι ἔθνος τι θαρραλέοι γίνονται εἰς τὸ ὑποσκάψαι τὴν χώραν ἐκείνων. Τούτοις ἐπιφέρει πρὸς αὐτοῖς οἷς ἔγραφεν· ὅταν ἡ ὑπακοὴ ὑμῶν πληρωθῇ, τὰ κατὰ πρόσωπον βλέπετε. διαφόρως δέ ἐστιν ἐπιστῆσαι τῇ λέξει ταύτῃ· εἰ μὲν γὰρ προστακτικῶς ἐκφέροιτο, σημαίνει τόδε· ὅταν διὰ συγκαταθέσεως τῆς πρὸς τὴν θείαν διδασκαλίαν πληρωθῇ ὑμῶν ἡ ὑπακοή, ὦ Κορίνθιοι, τὰ κατὰ πρόσωπον σκοπεῖτε· οὕτω γὰρ γνώσεσθε τοὺς δορὰν προβάτου περικειμένους, ἔνδον ὄντας λύκους ἅρπαγας, καὶ τοὺς ὄντως γνησίους διδασκάλους, οἷς εἴρηται· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὕτω δὲ σκοπήσασιν ὑμῖν γνωσθήσονται οἱ ἀπατεῶνες οὓς καὶ ἐκβαλεῖτε, καὶ οἱ ἀληθῶς ἀπόστολοι Χριστοῦ οἷς καὶ πεισθῆναι προθύμως ἐθελήσατε. τούτῳ συνᾴδει τὸ ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. εἰ δὲ ὁριστικῶς ἐκφέροιτο τὸ κατὰ πρόσωπον βλέπετε, τοιαύτην ὑποβάλλει νόησιν· τὴν διάθεσιν τῶν διδασκάλων καὶ τῶν μαθητῶν τὴν δύναμιν κρίνετε, εἰς τὸ πρόσωπον ἀεὶ τῶν λεγόντων ἀτενίζοντες, ἀπατώμενοι πρὸς τῶν μόνης τῆς ἔξω φανείας ἐπιμελουμένων. ἄν τις οὖν 38 λύκος ὢν ἐπιψεύσηται εἶναι πρόβατον μόνον κώδιον ἐπιφερόμενος, τοῦτον δέχεσθε ψευδαπόστολον, καὶ τὸν δὲ προφήτην ὄντα ὡς ἀπόστολον καὶ προφήτην. ἀμέλει γοῦν τινες προσποιησάμενοι εἶναι Χριστοῦ μαθηταί, ἀληθείᾳ δὲ ὄντες γνώριμοι τοῦ μετασχηματιζομένου εἰς ἄγγελον φωτός, ἀπάτην ἐποίησαν παρ' ὑμῖν τισιν, ὡς οὐκ οὔσης ἀναστάσεως νεκρῶν οὐδὲ τῆς λογικῆς ψυχῆς ἐπιδιαμενούσης μετὰ τὸν τοῦ σώματος χωρισμόν. ἀμφιβόλως τοίνυν ἔχοντος τοῦ πῶς ἐξενήνεκται, τοῦ κατὰ πρόσωπον βλέπετε, τῆς προτέρας νοήσεως κρατούσης διδασκαλικῶς. 2 Kor 10,17-18 Ἐλέγξας αὐτάρκως τοὺς τἀναντία διδάσκοντας ὡς μάτην αὐχοῦντας εἶναι Χριστοῦ, ἀναγκαίως ἐπήγαγεν δεῖν καυχᾶσθαι ἐν κυρίῳ τὸν ἀμέμπτως καὶ εἰλικρινῶς δόξης ἐφιέμενον· οὐ γὰρ ὁ ἑαυτὸν ἀποδεικνὺς εἶναι δόκιμον πάντως ἐστὶ τοιοῦτος, ἀλλ' ὃν ὁ κύριος διὰ μαρτυρίας συνέστησεν. ἀμέλει γοῦν ὁ περὶ τὸν Φαρισαῖον λόγος ὃς φήσας· οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, οὐ δόκιμος ἀλλ' ἀδόκιμος ὤφθη, δικαιωθέντος παρ' αὐτὸν τοῦ ἐξαγορεύσαντος τὰ ἴδια ἁμαρτήματα τελώνου. οἱ δὲ ἅγιοι δόκιμοι καὶ ἀναντίρρητοι τυγχάνουσι συσταθέντες ὑπὸ θεοῦ. τῷ γοῦν γράφοντι τὰ προκείμενα ἐμαρτύρησεν εἰπὼν περὶ αὐτοῦ τῷ Ἀνανίᾳ· σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος. ἀλλὰ καὶ τοῖς