1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

16

μετασχηματιζόμενον εἰς ἄγγελον φωτός, μὴ κατ' οὐσίαν εἶναι αὐτὸν τοιοῦτον ὑπολαμβανέτω-ἀσεβὴς γὰρ ἡ δόξα αὕτη Μανιχαϊκὴ οὖσα-· ὁ γὰρ διάβολος ἰδίᾳ προθέσει κακὸς καὶ σκότος ἐστίν, ὡς αὖ ἰδίᾳ προαιρέσει χάριν τοῦ ἀπατῆσαι ὑποκρίνεται τὸ φῶς, ἵν' ἀρετὴν καὶ γνῶσιν ἔχειν νομισθῇ. κἂν τοίνυν ἀπατῶσί τινας τῷ μετασχηματίζεσθαι εἰς τὰ προειρημένα, ἀλλ' οὖν τέλος κατάλληλον τοῖς πράττουσιν ἕξουσι, σὺν διαβόλῳ εἰς τὸ πῦρ τὸ αἰώνιον ὡς διάκονοι αὐτοῦ ἀπελευσόμενοι. 2 Kor 11,21-22 Ἡ ἐνταῦθα λεγομένη ἀφροσύνη οὐ καθάπαξ ἐστὶ τοιαύτη· οἰκονομικῶς γὰρ ἐπιτελουμένη σφοδροτάτης συνέσεώς ἐστι πλήρης. ἀποδίδωσι πρὸς τὸ ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι, τὸ Ἑβραῖοί εἰσι καὶ Ἰσραηλῖται καὶ Ἀβραὰμ σπέρμα; κἀγώ. προηγουμένη δὲ αὐτῷ δόξα τὸ πνευματικῶς εἶναι ταῦτα.

2 Kor 12,1-5 Μετελήλυθεν εἰς τὸ ἀπαγγεῖλαι ὑπαρχθείσας θεοπέμπτους

ὀπτασίας καὶ ἀποκαλύψεις, καὶ ταύτας μὲν ἐπὶ μέγεθος θεότητος ἐμφαίνων οὐχ ἑαυτῷ προσῆψεν, ἀλλ' ὡς περὶ ἑτέρου ἀπαγγέλλει, τὰ τῆς ἀσθενείας καυχήματα εἰς ἴδιον πρόσωπον τάξας. εἰκότως δὲ τῷ ἐν Χριστῷ ἀνθρώπῳ ἀνέθηκε τὴν ἐγκειμένην θεωρίαν, ἵνα δείξῃ ὅτι οὐχ ἑτέρως ἐστὶν ἀξιωθῆναι τηλικούτων ἀλλ' ἢ ἐν θεῷ λόγῳ σοφίᾳ τε καὶ ἀληθείᾳ καὶ ἁγιασμῷ γεγενημένῳ· πάντα γὰρ ταῦτα ὁ Χριστός ἐστιν. οὗτος ὁ ἐν Χριστῷ ἄνθρωπος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἐν τῷ παραδείσῳ· πότερον ἐν σώματι ἢ ἐκτὸς τούτου οὐκ οἶδα. καὶ ὁ μέν τις ἐρεῖ ἑκατέρως δυνατῶς 41 ἔχειν τὸ γραφόμενον· ἡρπάγη γὰρ καὶ Ἡλίας ἐν σώματι τυγχάνων, καὶ ἀνελήφθη Ἀμβακοὺμ ἀπὸ τῆς Ἱερουσαλὴμ εἰς τὴν Βαβυλῶνα τὸ σῶμα φορῶν, μετέβη μετεωρισθεὶς ὑπὸ ἀγγέλου βουλήσει θεοῦ. ἕτερος δέ φησιν· ὥσπερ ἐπὶ τῆς γῆς τις περιπατῶν ἐν οὐρανῷ τὸ πολίτευμα ἔχειν δύναται, ἀλλὰ καὶ συγκαθίσαι Χριστῷ ἐν τοῖς ἐπουρανίοις, οὕτω περικείμενός τις τὸ σῶμα ἔτι οἷός τε ἐστι νοῦ ὀπτασίᾳ ποδηγούμενος ἐν οὐρανῷ καὶ τῷ παραδείσῳ γενέσθαι. ἄλλος δέ τις ἐρεῖ, ὅτι εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος γράφειν αὐτὸν οὐ περὶ τοῦ ἰδίου σώματος οὗ περίκειται ἡ ψυχή, ἀλλὰ περὶ τοῦ καθ' ὅλου, ἵν' ᾖ τὸ λεγόμενον τοιοῦτον· ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ εἰς τὸν παράδεισον, πότερον δὲ σῶμα ταῦτα ἢ ἀσώματον, οὐκ οἶδα· ἀνάκειται γὰρ ἡ εἴδησις τούτων τῷ πατρὶ τῆς σοφίας, θεῷ. ἔχει δὲ καὶ τὸ ἕως τρίτου οὐρανοῦ ἀμφιβολίαν· σημαίνεται γὰρ ἐκ τῆς ἀμφιβολίας ὁτὲ μὲν τὸ πλειόνων ὄντων οὐρανῶν ἕως τρίτου γεγονέναι αὐτὸν ἐπὶ τῷ τὰ ἐκεῖσε πράγματα κατανοῆσαι-ἀριθμείσθω δὲ οὗτος ἀπὸ τοῦ στερεώματος· οὗτος γὰρ πρῶτος οὐρανὸς τοῖς ἀναλαμβανομένοις ἅπαντα-, ὁτὲ δὲ τὸ ἑνὸς ὄντος οὐρανοῦ μέχρι τρίτου μορίου αὐτὸν ἐφθακέναι. ὁποτέρως δὲ ἔχει, θεὸς ἂν εἰδείη καὶ ᾧ ἂν αὐτὸς φανερώσῃ· ὅμως δύο ἁρπαγαί εἰσι δηλούμεναι ἕως τρίτου οὐρανοῦ καὶ ἕως εἰς τὸν παράδεισον. λεκτέον δὲ πρὸς τοῖς εἰρημένοις, ὡς οὐδὲν εἶπεν περὶ τοῦ τρίτου οὐρανοῦ ὡς ἀκηκοώς τι ἢ θεασάμενός ἐστιν· περὶ γὰρ τοῦ ἀπαγγείλαντος ὡς ἤκουσεν ἐν αὐτῷ ἄρρητα ῥήματα, ἃ μὴ δυνατὸν ἀνθρώπῳ εἰπεῖν-εἰ μὴ ἄρα κατὰ κοινοῦ τις λάβῃ τὸ "ἤκουσα ἄρρητα ῥήματα ἔν τε τῷ τρίτῳ οὐρανῷ ἢ οὐρανοῦ καὶ εἰς τὸν παράδεισον". ὁποτέρως δ' ἂν ἔχοι, δηλοῦται ὅτι παιδευτήριον θείων μαθημάτων ὁ παράδεισός ἐστιν. τί δὲ βούλεται καὶ τὰ ἄρρητα ῥήματα; ἴστεον ὅσον ἐπὶ τῷ μὴ συλλαβαῖς καὶ φωναῖς χρᾶσθαι τὸν λέγοντα αὐτά, ἄρρητα τυγχάνειν, ὅσον δὲ ἔχουσι τὸ ἀληθὲς ἐν θείᾳ νοήσει τὴν ὑπόστασιν ἔχοντα, ῥήματά ἐστιν· ἀκούεται δὲ ταῦτα οὐκ αἰσθήσεως ἀντιλήψει ἀλλὰ θεωρίᾳ νοήσεως θείας. ἀμέλει γοῦν ὁ θεὸς λόγος αὐτὸς ὢν ὁ Χριστός, οὐ Παύλῳ ἀλλ' ἐν Παύλῳ λαλεῖ· οὕτω δὲ ἐδίδασκε καὶ πρὸς ἕκαστον τῶν προφητῶν γινόμενος. εἰ τοίνυν ἐν τοῖς ἁγίοις λαλεῖ ὁ σωτήρ, ἄρρητά ἐστι τὰ λεγόμενα· εἰ γὰρ ῥητὰ ἦν, ἔπληττεν αὐτῶν τὴν ἀκοήν, καὶ οὐκ ἐν αὐτοῖς ἀλλ' αὐτοῖς