1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

2

τῆς ὄψεως τὴν ὑπόνοιαν. Ἐὰν δὲ λάβῃς κατὰ τῆς χειρὸς ἢ ῥοιὰν ἢ μῆλον, εἴκει τε τοῖς δακτύλοις εὐθέως καὶ διατρυφθὲν τὸ ἔξωθεν ἐπικείμενον λέπος ἀφίησιν αὐτοὺς εἰς τὴν κόνιν καὶ τὴν τέφραν ἐμπεσεῖν. Τοιοῦτόν τι καὶ ἡ κενοδοξία ἐστίν· ὁρωμένη μὲν δοκεῖ μεγάλη τις εἶναι καὶ θαυμαστή, κατασχεθεῖσα δὲ ὑπὸ τῶν ἡμετέρων χειρῶν εἰς τὴν κόνιν εὐθέως τὴν ψυχὴν ἡμῶν ἐνέβαλεν. Καὶ ὅτι τοιοῦτόν ἐστιν ἡ κενοδοξία, πολλαχόθεν δῆλον. Τί γάρ; βούλεσθε πρῶτον ἀπὸ τῶν ἔξωθεν ἀρξώμεθα; Πληροῦται τὸ θέατρον καὶ πᾶς ὁ δῆμος ἄνω κάθηται ὄψιν πολὺ παρεχόμενος λαμπρὰν καὶ ἀπὸ τοσούτων συγκειμένην ὄψεων, ὡς πολλάκις καὶ τὸ τέγος αὐτὸ καὶ τὸν ὑπερκείμενον ὄροφον καλυφθῆναι τοῖς σώμασι τῶν ἀνδρῶν καὶ οὔτε κεραμίδας οὔτε λίθους ἔστιν ἰδεῖν, ἀλλὰ πάντα ὄψεις ἀνθρώπων καὶ σώματα. Πρὸ δὲ πάντων εἰσελθόντος τοῦ συναγαγόντος αὐτοὺς ἀνδρὸς φιλοτίμου, διαναστάντες εὐθέως ὥσπερ ἐξ ἑνὸς στόματος μίαν ἀφιᾶσι φωνήν, συμφώνως ἅπαντες κηδεμόνα καλοῦντες καὶ προστάτην τῆς κοινῆς πόλεως καὶ τὰς χεῖρας ἐκτείνοντες. Εἶτα μεταξὺ τῶν πάντων μείζονι παραβάλλουσιν αὐτὸν ποταμῷ τὸ τῆς φιλοτιμίας ἁδρὸν καὶ ἐκκεχυμένον τῇ τῶν Νειλῴων ὑδάτων ἀφθονίᾳ συγκρίνοντες, καὶ Νεῖλον αὐτὸν εἶναί φασι τῶν δωρεῶν. Οἱ δὲ μᾶλλον αὐτὸν κολακεύοντες μικρὸν νομίσαντες εἶναι τοῦτο τὸ ὑπόδειγμα, τὸ τοῦ Νείλου, ποταμοὺς μὲν ἀφιᾶσι καὶ θαλάσσας, τὸν δὲ Ὠκεανὸν εἰς μέσον ἀγαγόντες, τοῦτο αὐτὸν εἶναί φασιν, ὅπερ ἐκεῖνον ἐν ὕδασι, τοῦτον ἐν ταῖς φιλοτιμίαις· καὶ οὐδὲν ὅλως εἶδος εὐφημίας ἀπολιμπάνουσιν. Λαμπρὰ τῆς κενοδοξίας ἡ ὄψις· ἀλλ' ὑμεῖς μοι τοῦ τύπου τῆς κόρης ἀναμνήσθητε, εἰς ὃν διερρυθμίσαμεν τὸν δαίμονα, χρυσία περιθέντες αὐτῷ καὶ εἰς ἡλικίαν ἀγαγόντες ἑταίρας τινός, καὶ ὄψεσθε ὅτι οὐ πολὺ τὸ μέσον τῆς εἰκόνος. Τί δὴ μετὰ τοῦτο; προσκυνήσας αὐτοὺς καὶ ταύτῃ τιμήσας καὶ αὐτός, κάθηται μὲν μακαριζόμενος ὑπὸ πάντων ἐκείνων, ἑκάστου αὐτῶν εὐχομένου τοῦτο γενέσθαι ὅπερ ἐκεῖνος τότε, καὶ εὐθέως ἀποθανεῖν. Μετὰ δὲ τὸ πολὺ δαπανῆσαι χρυσίον καὶ ἀργύριον, ἵππους, ἱμάτια, παῖδας καὶ πάντα ἐκεῖνα καὶ κενῶσαι πολλὰς οὐσίας, παραπέμπουσι πάλιν αὐτὸν μετὰ πολλῆς τῆς εὐφημίας, τοσοῦτοι μέντοι οὐκέτι· λυθέντος γὰρ τοῦ θεάτρου πρὸς τὰ οἰκεῖα ἕκαστος ἐπείγεται. Εἶτα ἐπὶ τῆς οἰκίας ἄριστα πολυτελῆ καὶ πολλὴ ἡ εὐωχία καὶ μεγάλη τῆς ἡμέρας ἡ λαμπρότης. Περὶ δείλην μεσημβρίαν πάλιν τὰ αὐτὰ καὶ ἐπὶ δύο καὶ τρισὶν ἡμέραις οὕτως. Ἐπειδὰν οὖν πάντα κενώσῃ καὶ μυρία χρυσίου τάλαντα, τότε λοιπὸν δείκνυται ἡ σποδὸς τῆς φωνῆς ταύτης καὶ ἡ τέφρα καὶ ἡ κόνις. Ὅταν γὰρ ἐπὶ τῆς οἰκίας τοὺς λόγους ζητῇ καὶ τῆς δαπάνης τὴν ὑπερβολὴν ἐννοήσῃ, τότε ὀδύρεται. Ἕως μὲν γὰρ ἂν ἀπολαύῃ τῆς ἐπιθυμίας, καθάπερ ὑπό τινος μέθης τῆς κενοδοξίας ληφθεὶς καὶ ἑαυτὸν ἂν προσαναλώσειεν, οὐδὲ μικρὰν αἴσθησιν τῆς ζημίας λαβεῖν δύναται. Ἐπειδὰν δὲ οἴκοι γενόμενος, ἔνδον εἰς τὴν οἰκίαν τοῦ δαίμονος τούτου, τὴν μὲν ὥραν ἀπελθοῦσαν ἴδῃ τῆς συνελεύσεως λυθείσης καὶ εἰς τὸ θέατρον ἰδὼν εὕρῃ κενὸν ἀνδρῶν ὂν καὶ οὐδένα οὐδὲν φθεγγόμενον, τὴν δὲ ζημίαν οὐκ ἐπὶ φαντασίας, ἀλλ' ἐπὶ χρημάτων ἤδη γεγενημένην, τηνικαῦτα αἰσθάνεται τῆς τέφρας. Ἂν δὲ καὶ πέρα τῆς οὐσίας ἀναλώσας δέηται καὶ ἀπὸ ποδῶν ἐξαρθεὶς ἐν μέσῃ ἐπαιτῆται τῇ ἀγορᾷ, εἶτα τῶν τότε προστάτην βοώντων μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, ἀλλὰ καὶ εὐφραίνωνται τοῖς γινομένοις-καὶ γὰρ καὶ τότε, ὅτε εὐφήμουν, καὶ τῷ φθόνῳ ἐδάκνοντο καὶ παραμυθίαν ἡγοῦντο τῶν οἰκείων κακῶν τὸ ἐκεῖνον, τὸν οὕτω γενόμενον λαμπρόν, πάντων ἀτιμότερον μέλλειν ἔσεσθαι-, ὅταν οὖν μηδεὶς παραγίνηται μηδὲ χεῖρα ὀρέγῃ, τί τούτων ἐλεεινότερον; Οὐχὶ μᾶλλον δακρύων ἄξιον; τί δὲ τούτων χαλεπώτερον; Τάχα ἴστε τινὰ τοῦτο παθόντα μηδαμῶς; Καὶ εἴθε μὲν οὖν