1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

9

δὲ ἄνω ἐδέξατο πρὸς ἑαυτόν. Καθάπερ καὶ ἐπὶ τῶν ἐφεστώτων τοῖς χωρίοις γίνεται, τὸν μὲν τιμᾷ τῶν προσφερόντων καὶ ἔνδον δέχεται ὁ δεσπότης, ἕτερον δὲ ἀφίησιν ἔξω ἑστάναι· οὕτω δὴ καὶ ἐνταῦθα γέγονεν. Τί δὴ οὖν μετὰ τοῦτο γίνεται; Ἐλυπεῖτο ὁ πρεσβύτερος ἀδελφὸς ὡς ἀτιμασθεὶς καὶ παρευδοκιμηθείς, καὶ ἦν σκυθρωπός. Λέγει πρὸς αὐτὸν ὁ Θεός· «∆ιὰ τί λελύπησαι; Οὐκ ᾔδεις ὅτι Θεῷ προσφέρεις; ∆ιὰ τί με ὕβρισας; Τί ἔχων ἐγκαλεῖν; Τίνος ἕνεκεν τὰ δευτερεῖά μοι προσήνεγκας;»» Εἰ δὲ δοκεῖ καὶ ἀφελέστερον κεχρῆσθαι τῇ γλώττῃ, ἐρεῖς ὅτι «Ἐκεῖνος οὐδὲν ἔχων εἰπεῖν ἡσύχασεν», μᾶλλον δὲ ἐσίγησεν. «Μετὰ ταῦτα ἰδὼν τὸν ἀδελφὸν αὑτοῦ τὸν μικρότερον λέγει πρὸς αὐτόν· «Ἐξέλθωμεν εἰς τὸ πεδίον.» Καὶ λαβὼν αὐτὸν δόλῳ ἀνεῖλεν ὁ μείζων ἐκεῖνος. Καὶ ἐνόμιζεν ὅτι λανθάνει τὸν Θεόν. Ἔρχεται πρὸς αὐτὸν ὁ Θεὸς καὶ λέγει αὐτῷ· «Ποῦ ἐστιν ὁ ἀδελφός σου;» Λέγει ἐκεῖνος· «Οὐκ οἶδα· μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου;» Λέγει πρὸς αὐτὸν ὁ Θεός· «Ἰδοὺ τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς γῆς βοᾷ πρός με.»» Παρακαθεζέσθω δὲ καὶ ἡ μήτηρ πλαττομένης οὕτω τῆς ψυχῆς τοῦ παιδίου τοῖς τοιούτοις διηγήμασιν, ἵνα καὶ αὐτὴ συναντιλαμβάνηται καὶ ἐπαινῇ τὰ λεγόμενα. «Τί οὖν μετὰ τοῦτο γέγονεν; Ἐκεῖνον μὲν ὁ Θεὸς ἐδέξατο εἰς τὸν οὐρανὸν καὶ ἔστιν ἄνω τελευτήσας.» Καὶ γὰρ παραδέχεται τὸν περὶ τῆς ἀναστάσεως λόγον τὸ παιδίον τοῖς τοιούτοις διηγήμασιν. Εἰ γὰρ ἐν τοῖς μύθοις τοιαῦτα τερατεύονται, «ὅτι καὶ ἐποίησεν αὐτήν, φησίν, ἡμίθεον», καὶ πιστεύει τὸ παιδίον, καὶ οὐκ οἶδεν μὲν ὅπερ ἐστὶν «ἡμίθεος», οἶδεν δὲ ὅτι μεῖζόν τί ἐστιν ἢ κατὰ ἄνθρωπον, καὶ θαυμάζει εὐθέως ἀκοῦσαν, πολλῷ μᾶλλον ὅταν περὶ ἀναστάσεως ἀκούῃ καὶ ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν αὐτοῦ ἡ ψυχή. «Κἀκεῖνον μὲν εὐθέως ἀνέλαβεν ἄνω· οὗτος δέ, ὁ φονεύσας, διαπαντὸς ἔζη ἐπὶ πολλὰ ἔτη κακῶς πάσχων, φόβῳ καὶ τρόμῳ συζῶν, καὶ μυρία ἔπασχεν δεινὰ καὶ ἐκολάζετο καθ' ἑκάστην ἡμέραν.» Καὶ εἰπὲ τὴν τιμωρίαν σφοδρῶς, μὴ ἁπλῶς, ὅτι «ἤκουσε παρὰ τοῦ Θεοῦ ὅτι «στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς».» Οὐ γὰρ οἶδεν τὸ παιδίον τί ποτε τοῦτό ἐστιν, ἀλλ' εἰπὲ ὅτι «καθάπερ σὺ τῷ διδασκάλῳ παρεστὼς καὶ ἀγωνιῶν, εἴ ποτε μέλλεις μαστίζεσθαι, τρέμεις καὶ δέδοικας, οὕτω δὴ κἀκεῖνος διαπαντὸς ἔζη προσκεκρουκὼς τῷ Θεῷ.» Ἀρκεῖ μέχρι τούτων αὐτῷ· καὶ τοῦτο ἐν μιᾷ ἑσπέρᾳ εἰπὲ δειπνῶν. Καὶ πάλιν ἡ μήτηρ τὰ αὐτὰ λεγέτω. Εἶτα ἐπειδὰν πολλάκις ἀκούσῃ, ἀπαίτησον καὶ αὐτόν· «Εἰπέ μοι τὸ διήγημα», ἵνα καὶ φιλοτιμῆται. Καὶ ὅταν κατάσχῃ τὸ διήγημα, τότε αὐτῷ καὶ τὸ κέρδος ἐρεῖς. Οἶδεν μὲν γὰρ ἡ ψυχὴ καθ' ἑαυτὴν δεχομένη τὸ διήγημα πρὸ τῆς σῆς ἐπεξεργασίας καρποὺς ἐνεγκεῖν, πλὴν ἀλλὰ καὶ σὺ εἰπὲ μετὰ ταῦτα· «Ὁρᾷς ὅσον κακόν ἐστι γαστριμαργία; ὁρᾷς ὅσον κακόν ἐστι φθονεῖν ἀδελφῷ; ὁρᾷς ὅσον ἐστὶ κακὸν νομίζειν κρύπτειν τὸν Θεόν; Ἐκεῖνος γὰρ πάντα βλέπει καὶ τὰ ἐν τῷ κρυπτῷ γινόμενα.» Ἂν τοῦτο μόνον τὸ δόγμα ἐγκατασπείρῃς τῷ παιδί, οὐ δεήσῃ τοῦ παιδαγωγοῦ, τοῦ φόβου τούτου τοῦ παρὰ τοῦ Θεοῦ παντὸς φόβου μᾶλλον ἐφεστῶτος τῷ παιδὶ καὶ κατασείοντος αὐτοῦ τὴν ψυχήν. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐν ἐκκλησίᾳ χειραγωγῶν ἄγε· καὶ σπούδασον αὐτὸν ἄγειν, ὅταν μάλιστα αὕτη ἡ διήγησις ἀναγινώσκηται. Ὄψει γὰρ αὐτὸν γαννύμενον καὶ πηδῶντα καὶ χαίροντα, ὅτι ἃ πάντες ἀγνοοῦσιν οἶδεν αὐτός, καὶ προλαμβάνοντα καὶ ἐπιγινώσκοντα καὶ μεγάλα κερδαίνοντα. Καὶ λοιπὸν ἐναποτίθεται τῇ μνήμῃ τὸ πρᾶγμα. Ἔστιν καὶ ἕτερα κερδᾶναι ἐκ τοῦ διηγήματος. Μαθέτω τοίνυν παρὰ σοῦ ὅτι οὐ χρὴ ἀλγεῖν κακῶς πάσχοντα· ἐνταῦθα εὐθέως ἐκ προοιμίων ὁ Θεὸς δείκνυσιν ἐν αὐτῷ τῷ παιδί, εἴ γε τὸν εὐδόκιμον διὰ θανάτου ἔλαβεν ἄνω εἰς τὸν οὐρανόν. Ὅταν τοῦτο παγῇ τὸ διήγημα ἐν τῇ διανοίᾳ τοῦ παιδός, ἐπάγαγε ἕτερον, οἷον ἑτέρων δύο ἀδελφῶν πάλιν, καὶ εἰπέ· «Ἦσαν ἕτεροι πάλιν