1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

13

Ταύτην μήτε ἁπαλοῖς ἱματίοις μήτε σώμασι προσομιλεῖν ἀφῶμεν. Σκληρὰν αὐτὴν καταστήσωμεν. Ἀθλητὴν τρέφομεν, καὶ τοῦτο ἐννοῶμεν. Μήτε οὖν στρωμναῖς ἁπαλαῖς μήτε ἱματίοις κεχρήσθω. Καὶ ταῦτα μὲν οὕτως ἡμῖν διατετάχθω. Φέρε δὴ καὶ εἰς τὴν πόλιν αὐτὴν εἰσελθόντες γράψωμεν νόμους καὶ διαταξώμεθα, ἐπειδὴ τὰ τῶν πυλῶν ἡμῖν ἔχει καλῶς. Πρῶτον δὲ καταμάθωμεν ἀκριβῶς τὰς οἰκίας καὶ τὰ ταμιεῖα τῶν πολιτῶν, ἔνθα μένουσιν, οἵ τε σφοδροὶ οἵ τε ἐκλελυμένοι. Τῷ μὲν οὖν θυμῷ φασιν εἶναι τόπον καὶ οἰκίαν τὸ στῆθος καὶ τὴν ἐν τῷ στήθει καρδίαν· τῇ δὲ ἐπιθυμίᾳ τὸ ἧπαρ· τῷ λογιστικῷ τὸν ἐγκέφαλον. Ἔστι δὲ ἐκείνου μὲν ἀρετὴ καὶ κακία· ἀρετὴ μὲν σωφροσύνη καὶ ἐπιείκεια, κακία δὲ θρασύτης καὶ χαλεπότης· τούτου δ' αὖ πάλιν ἀρετὴ μὲν σωφροσύνη, κακία δὲ ἀσέλγεια· καὶ τοῦ λογιστικοῦ ἀρετὴ μὲν φρόνησις, κακία δὲ ἄνοια. Ὅπως οὖν ἡμῖν αἱ ἀρεταὶ τεχθεῖεν ἐν τοῖς τόποις τούτοις καὶ τοιούτους τίκτοιεν τοὺς πολίτας, ἀλλὰ μὴ κακούς, φροντίσωμεν· καθάπερ γὰρ μητέρες τινὲς τῶν λογισμῶν τὰ πάθη ταῦτα καθεστήκασιν. Ἔλθωμεν τοίνυν ἐπὶ τὸ τυραννικόν, τὸν θυμόν. Οὔτε δὴ παντελῶς ἐκκοπτέον τῷ νέῳ αὐτὸν οὔτε πανταχοῦ κεχρῆσθαι συγχωρητέον· ἀλλὰ παιδεύωμεν αὐτοὺς ἐκ πρώτης ἡλικίας, ὅταν μὲν αὐτοὶ ἀδικῶνται, φέρειν, εἰ δέ τινα ἀδικούμενον ἴδοιεν, γενναίως ἐπεξιέναι καὶ τῷ καταπονουμένῳ μετὰ τοῦ προσήκοντος ἀμύνειν μέτρου. Τοῦτο δὲ ἔσται πῶς; ἐὰν ἐν τοῖς οἰκέταις τοῖς αὑτῶν ἐγγυμνάζωνται καὶ φέρωσι καταφρονούμενοι καὶ μὴ χαλεπαίνωσι παρακουόμενοι, ἐξετάζωσι δὲ ἀκριβῶς τὰ εἰς ἑτέρους πλημμελούμενα. Πανταχοῦ δὲ ἐν τοῖς τοιούτοις ὁ πατὴρ κύριος, παραβαινομένων μὲν τῶν νόμων χαλεπὸς ὢν καὶ ἀφόρητος, κατορθουμένων δὲ μείλιχος καὶ προσηνὴς καὶ πολλοῖς τὸν παῖδα τοῖς ἐπάθλοις δωρούμενος. Οὕτω γὰρ καὶ ὁ Θεὸς τὴν οἰκουμένην διοικεῖ τῷ φόβῳ τῆς γεέννης καὶ τῇ τῆς βασιλείας ἐπαγγελίᾳ. Οὕτω δὴ καὶ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν. Καὶ ἔστωσαν αὐτῶν πολλοὶ πάντοθεν οἱ παροξύνοντες ὥστε ἐγγυμνάζεσθαι καὶ μελετᾶν ἐν τοῖς οἰκείοις φέρειν τὸ πάθος. Καὶ καθάπερ ἐπὶ τῆς παλαίστρας πρὸ τῶν ἀγώνων ἐμμελετῶσι πρὸς τοὺς οἰκείους οἱ ἀθληταί, ὥστε ἐν ἐκείνοις κατορθώσαντες ἀκαταγώνιστοι εἶναι πρὸς τοὺς ἀντιπάλους, οὕτω καὶ ὁ παῖς ἐπὶ τῆς οἰκίας παιδευέσθω. Καὶ πολλάκις ὁ πατὴρ ἢ ὁ ἀδελφὸς ἔστω ὁ μάλιστα τοῦτον ἐπηρεάζων· καὶ ὑπὲρ τῆς ἐκείνου νίκης μάλιστα πάντες σπευδέτωσαν· ἢ ἀμυνέτω τις καὶ ἀντιστήτω παλαίων, ὥστε ἐν ἐκείνῳ αὐτὸν γυμνασθῆναι. Οὕτω δὴ καὶ οἱ παῖδες αὐτὸν παροξυνέτωσαν συνεχῶς καὶ δικαίως καὶ ἀδίκως, ὥστε μανθάνειν πανταχοῦ κρατεῖν τοῦ πάθους. Ἂν μὲν γὰρ ὁ πατὴρ παροξύνῃ, οὐδὲν μέγα· τὸ γὰρ τοῦ πατρὸς ὄνομα προκαταλαμβάνον τὴν ψυχὴν οὐκ ἀφίησι διαναστῆναι. Ἀλλ' ὁμήλικες καὶ δοῦλοι καὶ ἐλεύθεροι τοῦτο ποιείτωσαν, ἵνα ἐν ἐκείνοις μανθάνῃ τὴν ἐπιείκειαν. Ἔστι καὶ ἕτερον· ποῖον δὴ τοῦτο; Ὅταν ὀργίζηται, ἀναμίμνῃσκε αὐτὸν τῶν οἰκείων παθημάτων, ὅταν πρὸς τὸν παῖδα χαλεπαίνῃ, εἰ μηδὲν αὐτὸς ἥμαρτεν καὶ οἷος ἂν ἦν ἐν τούτοις ὢν αὐτός. Κἂν ἴδῃς τύπτοντα τὸν παῖδα, τούτου δίκην ἀπαίτησον· κἂν ὑβρίζοντα, καὶ τούτου πάλιν. Μήτε δὲ μαλθακὸς ἔστω μήτε ἄγριος, ἵνα καὶ ἁνὴρ ᾖ καὶ ἐπιεικής. Πολλαχοῦ γὰρ αὐτῷ δεῖ τῆς ἀπὸ τοῦ θυμοῦ βοηθείας, οἷον εἴ ποτε καὶ αὐτὸς παῖδας σχοίη ἢ δούλων γένοιτο κύριος. Πανταχοῦ τὸ τοῦ θυμοῦ χρήσιμον· ἐκεῖ δὲ μόνον ἄχρηστον, ὅταν ἑαυτοῖς ἀμύνωμεν. ∆ιὰ τοῦτο καὶ Παῦλος ἐφ' ἑαυτῷ μὲν οὐδέποτε τῷ πράγματι κέχρηται, ἐπὶ δὲ τοῖς ἠδικημένοις μόνον. Καὶ Μωσῆς ἰδὼν ἀδικούμενον ἀδελφὸν ἐχρήσατο τῷ θυμῷ καὶ μάλα γενναίως, ὁ πρᾳότατος πάντων ἀνθρώπων· ἐπειδὴ δὲ ὑβρίσθη, οὐκέτι ἠμύνατο, ἀλλ' ἔφυγεν. Καὶ ταῦτα ἀκουέτω τὰ διηγήματα· ὅταν μὲν γὰρ τὰς πύλας ἔτι κοσμῶμεν, ἐκείνων τῶν ἀφελεστέρων χρεία, ὅταν δὲ εἰσελθόντας τοὺς πολίτας ῥυθμίζωμεν, καὶ