1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

3

χεῖρα μὴ ὤρεγον, ἀλλὰ καὶ τοὐναντίον, κατηγορίαις βάλλεται παρ' αὐτῶν τῶν ἐπαινεσάντων. «∆ιὰ τί γάρ», φησί, «μαινόμενος; ∆ιὰ τί δόξης ἐραστής; Τίνος γὰρ ἕνεκεν πόρναις καὶ μίμοις ἐχαρίζετο;» Ἄνθρωπε ἀγνῶμον, οὐχὶ σὺ ἐθαύμαζες; οὐχὶ σὺ ἐπῄνεις; οὐχὶ σὺ αὐτὸν εἰς τοῦτο προηγάγου τοῖς κρότοις καὶ ταῖς εὐφημίαις; οὐχὶ Νεῖλον ἐκάλεις; οὐχὶ Ὠκεανόν; οὐχὶ πᾶσαν τὴν ἡμέραν εἰς τὰς εὐφημίας ἀνήλωσας τὰς ἐκείνου; Πόθεν οὖν ἐξαίφνης μεταβέβλησαι; Καὶ ὅτε ἐλεεῖν δεῖ, τότε μάλιστα κατηγορεῖς ἐφ' οἷς καὶ ἐκρότεις πάλαι; Εἰ γὰρ ἐν οἷς κατηγοροῦμεν, ὅταν κολαζόμενον ἴδωμεν, οὔκ ἐσμεν οὕτω λίθινοι ὡς μὴ κατακαμφθῆναι, ὅταν ἐφ' οἷς καὶ ἐπῃνέσαμεν ἴδωμεν κακόν τι πάσχοντα, οὐχὶ πολλῷ μᾶλλον κάμπτεσθαι ἐχρῆν; Νῦν δὲ κατηγορεῖς· ὅτε σε ἔτερπεν τῇ θέᾳ, ὅτε διημέρευες πάντα ἀφεὶς τὰ σαυτοῦ, τί μὴ κατηγόρεις; Ὁρᾷς οἷα τὰ τοῦ διαβόλου; οἷοι τῆς κενοδοξίας οἱ καρποί; Ἐγὼ μὲν εἶπον τέφραν καὶ κόνιν· ὁρῶ δὲ οὐ τέφραν καὶ κόνιν μόνον, ἀλλὰ καὶ πῦρ καὶ καπνόν· οὐ γὰρ μέχρι τοῦ μηδὲν ἀπόνασθαι τὸ πρᾶγμα ἵσταται, ἀλλὰ καὶ μέχρι τοῦ κακοῖς περιβαλεῖν. Ἐπ' ἐκείνων δὲ ἂν εἴη τέφρα καὶ κόνις, ἐπὶ τῶν ἀναλισκόντων μὲν πολλά, καρπουμένων δὲ οὐδέν· οὐ μὴν καὶ ἐπὶ τῶν ταῦτα πασχόντων ἅπερ ἄρτι διῆλθον. «Τί οὖν; φησίν, ὅταν διὰ τὰς λειτουργίας ἐκείνας τιμῶνται καὶ θαυμάζωνται παρὰ πολλῶν, ἆρα μικρὸς οὗτος ὁ καρπός;» Σφόδρα γε· οὐ γὰρ μεγάλη ἡ τιμὴ αὕτη, ἣν νῦν διῆλθον, τὸ καὶ σκώμμασι βάλλεσθαι καὶ κατηγορεῖσθαι καὶ διαβάλλεσθαι. «Τί δὲ πρὸς τοὺς τιμωμένους;» Οὐ γὰρ διὰ τὰς λειτουργίας ἐκεῖνοι τιμῶνται, ἀλλὰ διὰ τὸ προσδοκᾶν δαπανᾶσθαι πάλιν τῷ πλήθει. Εἰ δὲ διὰ τὰ φθάσαντα, διὰ τί τῶν οὐκ ἐχόντων κατηγοροῦσιν; διὰ τί δὲ μηδὲ προσίασιν, ἀλλὰ καὶ σκώπτουσιν ἀσώτους καὶ μιαροὺς ἄνδρας ἀποκαλοῦντες; Εἶδες ὅτι μανία τίς ἐστιν ἡ κενοδοξία; Ἀλλὰ τοῦτο μὲν ἀφείσθω τὸ εἶδος, ἑνός που καὶ δευτέρου ὄν, ἐφ' ἕτερον δὲ ἔλθωμεν. Εἰ δὲ λέγοι τις· «Τί οὖν πρὸς τοὺς σύμμετρα δαπανωμένους ἐν ταῖς τῶν πόλεων τέρψεσιν; Εἰπέ μοι, παρακαλῶ, τί τὸ κέρδος; καὶ γὰρ καὶ παρ' ἐκείνοις ἐφήμερος ἡ δόξα καὶ ἡ βοή. Καὶ ὅτι τοῦτο οὕτως ἂν ἔχοι, εἴ τις αὐτοῖς αἵρεσιν ἔδωκεν ἀναλαβεῖν ἐκεῖνα τὰ χρήματα ἢ καὶ τὸ τρίτον ἢ καὶ τὸ πολλοστόν, καὶ μηδεμίαν ἀκηκοέναι τοιαύτην φωνήν, νομίζεις οὐχὶ μυριάκις ἂν εἵλοντο; Οἱ γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς μυρία ἀναισχυντοῦντες καὶ ἰταμευόμενοι, τί οὐκ ἂν ἐποίησαν ὑπὲρ τοσούτων χρημάτων εἰκῇ κενουμένων; Ἐνταῦθά μοι πρὸς τοὺς παρ' ἡμῖν πιστοὺς ὁ λόγος ἐπείγεται, οἳ τῷ Χριστῷ πενομένῳ καὶ τῆς ἀναγκαίας ἀποροῦντι τροφῆς οὐδὲ τὸ τυχὸν ὀρέγειν ἐθέλουσιν· καὶ ὅσα ἐκεῖνοι πόρναις καὶ μίμοις καὶ τοῖς ὀρχουμένοις παρέχουσιν ὑπὲρ μιᾶς φωνῆς, ταῦτα οὗτοι ὑπὲρ βασιλείας διηνεκοῦς οὐ διδόασιν. Ἀλλ' ἐφ' ἕτερον ἔλθωμεν εἶδος κενοδοξίας· ποῖον δὴ τοῦτο; ὃ τῶν πολλῶν ἐστι καὶ οὐκέτι ἑνὸς καὶ δευτέρου· χαίρομεν ὅταν ἐπαινώμεθα καὶ ἐπὶ πράγμασιν ἐν οἷς οὐδὲν σύνισμεν ἑαυτοῖς οὐδὲ μικρόν. Καὶ ὁ πένης πάντα ποιεῖ ὥστε ἱμάτια περιθέσθαι καλά, δι' οὐδὲν ἕτερον ἀλλ' ὥστε δοξασθῆναι παρὰ τῶν πολλῶν· καὶ πολλάκις ἑαυτῷ διακονήσασθαι δυνάμενος οἰκέτην ὠνήσατο οὐ χρείας ἕνεκεν, ἀλλ' ὥστε μὴ δόξαι ἠτιμῶσθαι ἑαυτῷ διακονούμενος. Ἐπεὶ τίνος ἕνεκεν, εἰπέ μοι, τὸν πάντα χρόνον ταῖς ἑαυτοῦ χερσὶν ὑπηρετούμενος ταῖς ἄλλου βούλει νῦν ὑπηρετεῖσθαι; Εἶτα, ἂν ἕτερον χρυσίον προσγένηται, καὶ σκεύη ἀργυρᾶ κτᾶται καὶ οἰκίαν λαμπράν. Τούτων οὐδὲν χρείας ἕνεκεν· εἰ γὰρ χρείας ἕνεκεν ταῦτα ἐγίνετο, τὸ πλέον ἂν τοῦ γένους τῶν ἀνθρώπων ἀπωλώλει καὶ διέφθαρτο. Οἷόν τι λέγω· ἔστιν ἀναγκαῖα καὶ ὧν ἄνευ ζῆν οὐκ ἔνι, οἷον ἡ τῆς γῆς φορὰ πρᾶγμα ἀναγκαῖόν ἐστιν, καὶ ταύτης μὴ φερούσης καρπὸν οὐκ ἔνι ζῆν· τὰ τῶν ἱματίων σκεπάσματα, ὄροφος καὶ τοῖχοι καὶ ὑποδήματα, ταῦτα τῶν ἀναγκαίων ἐστίν, τὰ μέντοι