1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

7

μοχλὸν ἐπιθῶμεν, ἀξίους καὶ τοὺς πολίτας κατασκευάσωμεν· ποίους δὴ τούτους; ῥήματα παιδεύοντες τὸ παιδίον φθέγγεσθαι σεμνὰ καὶ εὐσεβῆ. Καὶ ξενηλασίαν ποιῶμεν πολλήν, ὥστε μὴ μιγάδας τινὰς καὶ φθόρους ἀνθρώπους ἐπεισιέναι τοῖς πολίταις τούτοις· τοὺς ὑβριστικοὺς λόγους καὶ λοιδόρους, τοὺς ἀνοήτους, τοὺς αἰσχρούς, τοὺς βιωτικούς, τοὺς κοσμικούς, πάντας ἐξελάσωμεν. Καὶ μηδεὶς διὰ τούτων βαδιζέτω τῶν πυλῶν, ἀλλ' ὁ βασιλεὺς μόνος. Καὶ αὐτῷ καὶ τοῖς αὐτοῦ πᾶσιν ἔστω ἀνεῳγμένη αὕτη ἡ πύλη, ἵνα καὶ περὶ αὐτῆς λέγηται· «Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» Καὶ κατὰ τὸν μακάριον Παῦλον· «Εἴ τις ἀγαθὸς λόγος πρὸς οἰκοδομήν, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» Εὐχαριστία ἔστωσαν οἱ λόγοι, ὕμνοι σεμνοί· περὶ Θεοῦ διαλεγέσθωσαν ἀεί, περὶ φιλοσοφίας τῆς ἄνω. Πῶς οὖν ἔσται τοῦτο; καὶ πόθεν αὐτοὺς παιδεύσομεν; Ἂν σφοδροὶ κριταὶ τῶν γινομένων ὦμεν· καὶ γὰρ τῷ παιδὶ πολλὴ ἡ εὐκολία. Πῶς; οὐχ ὑπὲρ χρημάτων μάχεται, οὐχ ὑπὲρ δόξης· ἔτι παιδίον ἐστίν· οὐχ ὑπὲρ γυναικός, οὐχ ὑπὲρ παίδων, οὐχ ὑπὲρ οἰκίας. Ὥστε ποίαν ἂν ἔχοι ὕβρεως καὶ βλασφημίας τὴν αἰτίαν; πρὸς ὁμήλικας ὁ ἀγὼν ἅπας αὐτῷ. Θὲς νόμον εὐθέως, μηδένα ὑβρίζειν, μηδένα βλασφημεῖν, μὴ ὀμνύναι, ἄμαχον εἶναι. Κἂν ἴδῃς τὸν νόμον παραβαινόμενον, κόλασον, ποτὲ μὲν ὄψει σφοδρᾷ, ποτὲ δὲ λόγοις δακεῖν δυναμένοις, ποτὲ δὲ ὀνειδισμοῖς· ποτὲ δὲ κολάκευσον καὶ ἐπαγγέλλου. Πληγὰς δὲ μὴ συνεχῶς, μηδὲ ἐθίσῃς αὐτὸν οὕτω παιδεύεσθαι· ἂν γὰρ μάθῃ παιδεύεσθαι συνεχῶς, καὶ καταφρονεῖν μαθήσεται· μαθὼν δὲ καταφρονεῖν τὰ πάντα ἀνέτρεψεν. Ἀλλὰ φοβείσθω μὲν ἀεὶ πληγάς, μὴ λαμβανέτω δέ· καὶ ἐπισειέσθω μὲν τὸ σκῦτος, μὴ καταφερέσθω δέ. Καὶ ἀπειλαὶ προχωρείτωσαν μὴ εἰς ἔργον· τοῦτο δὲ μὴ ἔστω δῆλον, ὅτι μέχρις ἀπειλῶν ἐστι τὰ ῥήματα· ἀπειλὴ γὰρ τότε καλόν, ὅταν πιστεύηται, ὅτι εἰς ἔργον ἔλθῃ· ἐπεὶ ἐὰν τὴν οἰκονομίαν ὁ ἡμαρτηκὼς μάθῃ, καταφρονήσει. Ἀλλὰ προσδοκάτω μὲν παιδεύεσθαι, μὴ παιδευέσθω δέ, ἵνα μὴ σβεννύηται ὁ φόβος, ἀλλ' ἵνα μένῃ καθάπερ πῦρ ἐνακμάζον καὶ πάσας πάντοθεν ἀνέλκον τὰς ἀκάνθας ἢ καθάπερ μάκελλα ὀξεῖα καὶ βαθεῖα εἰς αὐτὸ σκάπτουσα τὸ βάθος. Ὅταν μέντοι ἴδῃς ἀπὸ τοῦ φόβου κερδάναντα, ἄνες· δεῖ γάρ τινος φύσει τῇ ἡμετέρᾳ καὶ ἀνέσεως. ∆ίδαξον αὐτὸν ἐπιεικῆ εἶναι καὶ φιλάνθρωπον. Κἂν ἀκόλουθον ἴδῃς ὑβριζόμενον, μὴ περιίδῃς, ἀλλὰ κόλασον τὸν ἐλεύθερον. Ὁ γὰρ εἰδὼς ὅτι οὐδὲ τὸν οἰκέτην ἐξέσται ὑβρίζειν τὸν ἑαυτοῦ, πολλῷ μᾶλλον τὸν ἐλεύθερον καὶ ὁμότιμον οὐ βλασφημήσει οὐδὲ λοιδορήσεται. Ἀπὸ κακίας τὸ στόμα ἀπόρραψον. Ἂν ἴδῃς διαβάλλοντά τινα, ἐπιστόμισον καὶ τὴν γλῶτταν κατὰ τῶν ἁμαρτημάτων τῶν αὑτοῦ μετάστησον. Ταῦτα καὶ τῇ μητρὶ παραίνει διαλέγεσθαι τῷ παιδὶ καὶ τῷ παιδαγωγῷ καὶ τῷ ἀκολούθῳ, ὥστε πάντας ὁμοῦ φύλακας εἶναι καὶ παρατηρεῖν μηδένα προπηδᾶν τῶν λογισμῶν ἐκείνων τῶν πονηρῶν ἀπὸ τοῦ παιδίου καὶ τοῦ στόματος ἐκείνου καὶ τῶν θυρῶν τῶν χρυσῶν. Καὶ μή μοι νομίσῃς πολλοῦ τὸ πρᾶγμα δεῖσθαι καιροῦ. Ἂν παρὰ τὴν ἀρχὴν σφοδρῶς ἐπιθῇ καὶ ἀπειλήσῃς καὶ τοσούτους ἐπιστήσῃς φύλακας, δύο μῆνες ἀρκοῦσι, καὶ τὸ πᾶν κατώρθωται καὶ τὸ πρᾶγμα εἰς φύσεως βεβαιότητα καθίσταται. Αὕτη μὲν οὖν ἡ πύλη οὕτως ἀξία γένοιτ' ἂν τοῦ Κυρίου, ὅταν μήτε αἰσχρότης, μήτε εὐτραπελία, μήτε ἀνόητον, μήτε ἄλλο μηδὲν φθέγγηται, ἀλλὰ πάντα τὰ τῷ ∆εσπότῃ πρέποντα. Εἰ γὰρ οἱ τὴν σωματικὴν στρατείαν παιδεύοντες τοὺς ἑαυτῶν παῖδας εὐθέως τοὺς στρατευομένους καὶ τοξεύειν διδάσκουσι καὶ χλανίδα ἀμφιέννυσθαι καὶ ἵππον ἀναβαίνειν καὶ οὐδὲν ἡ ἡλικία κώλυμα γίνεται, πολλῷ μᾶλλον τοὺς ἄνω στρατευομένους τὸν κόσμον ἅπαντα περιτίθεσθαι χρὴ τοῦτον τὸν βασιλικόν.