1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

16

Ὥστε μὴ ἀπογνῶμεν· ἐὰν γάρ τις τὴν ψυχὴν νεώτερος ᾖ, ταῦτα οὐ δέχεται, οὐχὶ ἐάν τις τὴν ἡλικίαν. Παιδευέσθω τοίνυν μετὰ πολλῆς τῆς κατανύξεως εὔχεσθαι καὶ ἀγρυπνεῖν κατὰ τὸ δυνατόν, καὶ ὅλως ἐπικείσθω χαρακτὴρ ἀνδρὸς ἁγίου τῷ παιδί. Ὁ γὰρ μήτε ὀμνύναι σπουδάζων μήτε ὑβρίζειν ὑβριζόμενος μήτε λοιδορεῖσθαι καὶ ἀπεχθάνεσθαι, καὶ νηστεύων καὶ εὐχόμενος, ἀπὸ τούτων αὐτῶν ἱκανὴν ἔχει τὴν παράκλησιν πρὸς σωφροσύνην. Κἂν μὲν ἐπὶ κοσμικὸν ἄγῃς βίον αὐτόν, ταχέως ἄγαγε τὴν νύμφην, μηδὲ περιμείνῃς, ὥστε αὐτὸν στρατεύεσθαι ἢ πολιτικῶν ἅψασθαι πραγμάτων καὶ τότε· ἀλλὰ πρῶτον αὐτοῦ τὴν ψυχὴν ῥύθμισον, καὶ τότε τῆς ἔξωθεν φρόντιζε δόξης. Ἢ μικρὸν οἴει τῷ γάμῳ συμβάλλεσθαι τὸ παρθένον παρθένῳ συνάπτεσθαι; οὐ μικρὸν καὶ πρὸς τὴν τῆς γυναικὸς σωφροσύνην, οὐ πρὸς τὴν τοῦ νέου μόνον. Τὸ δὲ φίλτρον οὐ τότε μάλιστα ἔσται καθαρόν; Ὃ δὲ πάντων μεῖζον, ὁ Θεὸς οὐ τότε ἔσται ἵλεως πλέον καὶ μυρίας τὸν γάμον ἐκεῖνον ἐμπλήσεις εὐλογίας, ὅταν ὡς αὐτὸς ἐπέταξεν, οὕτως συνίωσιν; Καὶ ποιεῖ πρὸς τὴν μνήμην ἔχειν αὐτὸν τὸν ἔρωτα· κἂν τῷ πόθῳ τούτῳ κατασχεθῇ, πάσης καταγελάσεται γυναικός. Ἂν ἐγκωμιάζῃς τὴν κόρην καὶ ἐπὶ κάλλει καὶ ἐπὶ κοσμιότητι καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασιν, εἶτα προσθείης ὅτι «οὐκ ἀνέχεται μαθοῦσα ῥαθύμως σε διάγοντα συγγενέσθαι σοι», λοιπὸν ὡς ὑπὲρ ἐσχάτων ὄντος αὐτῷ τοῦ κινδύνου πολλὴν ποιήσεται τὴν φροντίδα. Εἰ γὰρ τὸν ἅγιον ἔπεισεν ἐκεῖνον ἀπατηθέντα μνηστῆς ἔρως ἑπτὰ ἔτη δουλεῦσαι πάλιν, μᾶλλον δὲ δεκατέσσαρα ἔτη, πολλῷ μᾶλλον ἡμᾶς. Λέγε ὅτι «οἱ τῆς νύμφης ἅπαντες, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ παῖδες καὶ οἱ γείτονες καὶ οἱ φίλοι, σὲ καὶ τὴν σὴν ἀναστροφὴν περιεργάζονται καὶ πάντες ἀπαγγελοῦσιν ἐκείνῃ». Κατάδησον αὐτὸν ἤδη <τῷ> δεσμῷ τούτῳ, δεσμῷ σωφροσύνην ἐργαζομένῳ. Ὥστε κἂν μὴ δύνηται ἐκ πρώτης ἡλικίας ἔχειν γυναῖκα, ἀλλὰ μνηστὴν ἐκ πρώτης ἐχέτω καὶ φιλοτιμείσθω καλὸς φαίνεσθαι· τοῦτο ἱκανὸν πρὸς ἅπασαν ἀποτροπήν ἐστιν. Ἔστιν καὶ ἕτερον σωφροσύνης φυλακτήριον· συνεχῶς ὁράτω τὸν τῆς ἐκκλησίας προεστῶτα καὶ πολλῶν ἀκουέτω παρ' ἐκείνου τῶν ἐγκωμίων, καὶ πρὸς πάντας τοὺς ἀκούοντας ἐπὶ τούτῳ ἁβρυνέσθω ὁ πατήρ. Αἰδείσθωσαν αὐτὸν ὁρῶσαι κόραι. Καὶ λοιπὸν τὰ διηγήματα καὶ ὁ φόβος ὁ τοῦ πατρὸς καὶ αἱ ἐπαγγελίαι, καὶ μετὰ τούτων ὁ παρὰ τοῦ Θεοῦ κείμενος μισθὸς καὶ ὅσων ἀπολαύσονται οἱ σώφρονες ἀγαθῶν, πολλὴν αὐτῷ παρέξει τὴν ἀσφάλειαν. Προστίθει καὶ τὰς ἐν στρατείᾳ εὐδοκιμήσεις καὶ ἐν τοῖς πολιτικοῖς πράγμασιν. Καὶ πρὸς τούτοις ἔστω καταφρονητικὸς μὲν κατὰ τῆς ἀσελγείας λόγος συνεχῶς, πολλὰ δὲ τῆς σωφροσύνης τὰ ἐγκώμια. Ἱκανὰ ταῦτα πάντα κατασχεῖν τοῦ παιδὸς τὴν ψυχήν. Οὕτως ἡμῖν σεμνοὺς τέξονται τοὺς λογισμούς. Ἔστιν καὶ ἕτερον· ἴωμεν δὲ λοιπὸν ἐπὶ τὸ πάντων κύριον, ὃ τὰ πάντα συγκρατεῖ. Ποῖον δὴ τοῦτο; τὴν φρόνησιν λέγω. Ἐνταῦθα πολλοῦ τοῦ καμάτου χρεία, ὥστε αὐτὸν ἐργάσασθαι συνετὸν καὶ πᾶσαν ἄνοιαν ἐξελάσαι. Τοῦτο μάλιστα τῆς φιλοσοφίας τὸ μέρος ἐστὶ μέγα καὶ θαυμαστόν, ὥστε εἰδέναι τὰ περὶ Θεοῦ, τὰ περὶ τῶν ἀποκειμένων ἐκεῖ πάντων, τὰ περὶ γεέννης, τὰ περὶ βασιλείας· «Ἀρχὴ σοφίας φόβος Κυρίου.» Ταύτην οὖν ἐγκαταστήσωμεν αὐτῷ τὴν φρόνησιν καὶ ἐξασκήσωμεν, ὥστε εἰδέναι τὰ ἀνθρώπινα πράγματα, τί ποτέ ἐστι πλοῦτος, δόξα, δυναστεία, καὶ ὥστε αὐτῶν καταφρονεῖν καὶ τῶν μεγίστων ἐφίεσθαι. Καὶ τῶν παραινετικῶν αὐτὸν ἀναμιμνῄσκωμεν λόγων· «Τέκνον, τὸν Θεὸν φοβοῦ μόνον καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ ἕτερον.» Ἀπὸ δὲ τούτων συνετὸς ἔσται ἀνὴρ καὶ ἐπίχαρις· οὐδὲν γὰρ οὕτως ἀνόητον ποιεῖ ὡς ταῦτα τὰ πάθη. Ἀρκεῖ πρὸς σοφίαν Θεοῦ φόβος καὶ τὸ περὶ τῶν ἀνθρωπίνων πραγμάτων κρίσιν ἔχειν, οἵαν καὶ προσῆκεν ἔχειν. Ἡ γὰρ κορυφὴ τῆς σοφίας αὕτη ἐστίν, τὸ μὴ πρὸς τὰ