Epistulae quattuor ad Serapionem
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΣΕΡΑΠΙΩΝΑ ΘΜΟΥΕΩΣ ΕΠΙΣΚΟΠΟΝ
Κατὰ τῶν βλασφημούντων καὶ λεγόντων κτίσμα εἶναι τὸ Πνεῦμα τὸ
ἅγιον.
Τὰ γράμματα τῆς σῆς ἱερᾶς διαθέσεως ἀπεδόθη μοι ἐν τῇ ἐρήμῳ. Καὶ εἰ καὶ πικρός τις ἦν ὁ καθ' ἡμῶν διωγμὸς ἐπικείμενος, καὶ πολλὴ ἔρευνα τῶν ζητούντων ἡμᾶς ἀνελεῖν· ἀλλ' «ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως,» παρεκάλεσεν ἡμᾶς καὶ ἐν τοῖς γράμμασί σου. Ἀναμιμνησκόμενος γὰρ τῆς σῆς διαθέσεως καὶ πάντων τῶν γνησίων, ἔδοξα τούτους σὺν ἐμοὶ τότε παρεῖναι. Ἐπιπολὺ μὲν οὖν ἔχαιρον κατέχων τὰ γράμματα· ὡς δὲ τούτοις ἐνέτυχον, ἠρξάμην πάλιν ἀθυμεῖν διὰ τοὺς ἅπαξ μελετήσαντας μάχεσθαι πρὸς τὴν ἀλήθειαν. Ἔγραφες γὰρ, ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε, λυπούμενος καὶ αὐτὸς, ὡς ἐξελθόντων μέν τι νων ἀπὸ τῶν Ἀρειανῶν διὰ τὴν κατὰ τοῦ Υἱοῦ 26.532 τοῦ Θεοῦ βλασφημίαν, φρονούντων δὲ κατὰ τοῦ ἁγίου Πνεύματος, καὶ λεγόντων αὐτὸ μὴ μόνον κτίσμα, ἀλλὰ καὶ τῶν λειτουργικῶν πνευμάτων ἓν αὐτὸ εἶναι, καὶ βαθμῷ μόνον αὐτὸ διαφέρειν τῶν ἀγγέλων. Τοῦτο δέ ἐστι πρὸς μὲν τοὺς Ἀρειανοὺς προσποιητὸς μάχη· ἀληθὴς δὲ ἀντιλογία πρὸς τὴν εὐσεβῆ πίστιν. Ὥσπερ γὰρ ἐκεῖνοι, ἀρνούμενοι τὸν Υἱὸν, ἀρνοῦνται καὶ τὸν Πατέρα· οὕτω καὶ οὗτοι, δυσφημοῦντες εἰς τὸ Πνεῦμα τὸ ἅγιον, δυσφημοῦσι καὶ εἰς τὸν Υἱόν. Καὶ ἀμφότερα τὰ μέρη διείλοντο τὴν πρὸς τὴν ἀλή θειαν ἀντίστασιν, ἵν' οἱ μὲν κατὰ τοῦ Λόγου, οἱ δὲ κατὰ τοῦ Πνεύματος φρονοῦντες, τὴν αὐτὴν ἔχωσιν εἰς τὴν ἁγίαν Τριάδα βλασφημίαν. Ταῦτ' οὖν συνορῶν καὶ πολλὰ λογιζόμενος, ἐν ἀθυμίᾳ γέγονα, ὅτι πάλιν εὗρε παίζειν ὁ διάβολος ἐν τοῖς ὑποκρινομένοις τὴν μανίαν αὐτοῦ· καὶ κρίνας μὲν ἤμην σιωπᾷν ἐν τοιούτῳ καιρῷ· διὰ δὲ τὴν προτροπὴν τῆς σῆς ὁσιό τητος, ἕνεκά τε τῆς ἐκείνων ἀλλοδοξίας καὶ σατανι κῆς προπετείας, δι' ὀλίγων ἔγραψα τὴν ἐπιστολὴν, μόγις καὶ ταῦτα δυνηθεὶς, ἵνα μόνον καὶ σὺ, πρόφα σιν ἐκ τούτων λαβὼν, κατὰ τὴν προσοῦσάν σοι σύνε σιν τὰ λείποντα προσθῇς, καὶ πλήρης ὁ κατὰ τῆς δυσσεβοῦς αἱρέσεως ἔλεγχος γένηται. Τῶν μὲν οὖν Ἀρειανῶν οὐκ ἀλλότριον καὶ τοῦτο ἐνθύμημα. Ἅπαξ γὰρ ἀρνούμενοι τὸν τοῦ Θεοῦ Λό γον, εἰκότως τὰ αὐτὰ καὶ κατὰ τοῦ Πνεύματος αὐτοῦ δυσφημοῦσι. ∆ιὸ καὶ οὐ χρὴ πλέον τι πρὸς αὐτοὺς εἰπεῖν· ἀρκεῖ γὰρ τὰ πρὸ τούτων εἰρημένα κατ' αὐτῶν. Πρὸς δὲ τοὺς περὶ τοῦ Πνεύματος ἀπατηθέν τας, τρόπῳ τινὶ, ὡς ἂν αὐτοὶ φαῖεν, προσήκει δι ερευνῶντας εἰπεῖν. Τούτων γὰρ καὶ θαυμάσειεν ἄν τις τὴν ἄνοιαν, ὅτι τὸν Υἱὸν τοῦ Θεοῦ μὴ θέλοντες κτίσμα εἶναι, καὶ καλῶς γε κατὰ τοῦτο φρονοῦντες, πῶς τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα κἂν ἀκοῦ 26.533 σαι ἠνέσχοντο; Καὶ γὰρ εἰ διὰ τὴν πρὸς τὸν Πατέρα τοῦ Λόγου ἑνότητα, οὐ θέλουσιν εἶναι τῶν γενητῶν αὐτὸν τὸν Υἱὸν, ἀλλ', ὅπερ ἐστὶν ἀληθῶς, δημιουργὸν αὐτὸν εἶναι τῶν ποιημάτων φρονοῦσι· διὰ τί τὸ Πνεῦμα τὸ ἅγιον τὸ τὴν αὐτὴν ἔχον ἑνότητα πρὸς τὸν Υἱὸν, ἢν αὐτὸς ἔχει πρὸς τὸν Πατέρα, κτίσμα λέγουσι, καὶ ἠγνόησαν, ὅτι, ὥσπερ μὴ διαιροῦντες τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, σώζουσι τὸ ἕνα Θεὸν εἶναι, οὕτω, διαιροῦντες ἀπὸ τοῦ Λόγου τὸ Πνεῦμα, οὐκέτι μίαν τὴν ἐν Τριάδι θεότητα σώζουσι, σχίζοντες αὐτὴν καὶ ἐπιμίσγοντες αὐτῇ ἀλλοτρίαν καὶ ἑτεροειδῆ φύσιν, καὶ τοῖς κτίσμασι συνεξισοῦντες αὐτήν; Τοῦτο δὲ πάλιν οὐκέτι ἓν εἶναι δείκνυσι τὴν Τριάδα, ἀλλὰ ἐκ
1