1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

1

De Anna i

54.631 ΛΟΓΟΣ Αʹ. Εἰς τὸ δεῖν καὶ ἐν τῇ Πεντηκοστῇ καὶ ἀεὶ τῆς νηστείας μεμνῆσθαι, καὶ ὅτι οὐ παρουσία μό νον, ἀλλὰ καὶ μνήμη νηστείας ὠφελεῖ· καὶ περὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ ὅτι μετὰ τῶν ἄλλων οὐ μικρὸν μέρος αὐτῆς ἡ

φυσικὴ τῶν γονέων περὶ τὰ ἔκγονα φιλία· καὶ ὅτι οὐ πα τράσι μόνον, ἀλλὰ καὶ μητράσιν ἐπιτέτακται τὰ παιδία ῥυθμίζειν, καὶ πρὸς τῷ τέλει

περὶ τῆς Ἄννης. αʹ. Ἐπειδὰν ξένον τινὰ καταχθέντα πρὸς ἡμᾶς ἡμέρας τινὰς ὑποδεξάμενοι φιλοφρόνως, καὶ λόγων αὐτῷ καὶ ἁλῶν κοινωνήσαντες, ἀποπέμψωμεν· τῇ μετὰ τὴν ἀποδημίαν ἐκείνην ἡμέρᾳ, τραπέζης παρατεθείσης, εὐθέως ἀναμιμνησκόμεθα αὐτοῦ τε καὶ τῶν λόγων 54.632.40 τῆς συνουσίας, καὶ μετὰ πολλῆς αὐτὸν ἐπιζητοῦμεν τῆς ἀγάπης· τοῦτο δὴ καὶ ἐπὶ τῆς νηστείας ποιήσωμεν. Καὶ γὰρ κατήχθη πρὸς ἡμᾶς ἡμέρας τεσσαράκοντα, ὑπεδεξάμεθα αὐτὴν φιλοφρόνως, καὶ ἀπεπέμψαμεν· ἐπεὶ οὖν μέλλομεν παρατιθέναι τράπεζαν νῦν πνευματικὴν, ἀναμνησθῶμεν αὐτῆς, καὶ τῶν ἐξ αὐτῆς ἁπάντων ἐγγενομένων ἡμῖν ἀγαθῶν. Οὐ γὰρ δὴ παρουσία νηστείας μόνον, ἀλλὰ καὶ μνήμη νηστείας τὰ μέγιστα ὠφελῆσαι δύναιτ' ἄν. Καὶ καθάπερ οἱ φιλούμενοι παρ' ἡμῶν, οὐχὶ παρόντες μόνον, ἀλλὰ καὶ εἰς νοῦν ἡμῖν ἐρχομένοι, πολλῆς ἡμᾶς πληροῦσιν ἡδονῆς· οὕτω καὶ αἱ τῆς νηστείας ἡμέραι, καὶ οἱ σύλλογοι, καὶ αἱ διατριβαὶ αἱ κοιναὶ, καὶ τὰ ἄλλα ἃ παρ' ἐκείνης ἐκαρπούμεθα καλὰ, καὶ ἀπὸ τῆς μνήμης εὐφραίνει, κἂν ταῦτα ἅπαντα συλλέξαντες ἀναμνησθῶ 54.633 μεν, μεγάλα καὶ κατὰ τὸν παρόντα καιρὸν κερδανοῦμεν. Ταῦτα δὲ λέγω οὐκ ἀναγκάζων νηστεύειν, ἀλλὰ πείθων μὴ τρυφᾷν, μηδὲ κατὰ τοὺς πολλοὺς τῶν ἀνθρώπων διακεῖσθαι, εἴγε ἀνθρώπους τοὺς οὕτω μικροψύχως διακειμένους χρὴ καλεῖν, οἳ καθάπερ ἐκ δεσμῶν ἀφεθέντες, καὶ δεσμωτηρίου τινὸς ἀπαλλαγέντες χαλεποῦ, πρὸς ἀλλήλους λέγουσι· Μόλις ποτὲ τὸ χαλεπὸν τῆς νηστείας διηνύσαμεν πέλαγος· ἄλλοι δὲ τούτων ἀσθενέστερον διακείμενοι, καὶ ὑπὲρ τῆς μελλούσης δεδοίκασι Τεσσαρακοστῆς. Τοῦτο δὲ γίνεται ἐκ τοῦ τὸν ἄλλον ἅπαντα καιρὸν τρυφῇ, καὶ ἀσωτίᾳ, καὶ μέθῃ πάσῃ μεθ' ὑπερβολῆς ἑαυτοὺς ἐκδιδόναι. Ὡς εἴγε μεμελετήκειμεν τὰς ἄλλας ἡμέρας σεμνῶς καὶ ἐπιεικῶς ζῇν, καὶ ἀπελθοῦσαν ἂν ἐποθήσαμεν τὴν νηστείαν, καὶ παραγίνεσθαι μέλλουσαν μετὰ πολλῆς ἂν ὑπεδεξάμεθα τῆς ἡδονῆς. Τί γὰρ οὐκ ἀγαθὸν ἡμῖν ἀπὸ νηστείας; Πάντα γαλήνης γέμει καὶ καθαρᾶς εὐδίας. Οὐχὶ καὶ οἰκίαι θορύβων καὶ δρόμων καὶ πάσης εἰσὶν ἠλευθερωμέναι ταραχῆς; Καὶ πρὸ τῶν οἰκιῶν δὲ ἡ τῶν νηστευόντων διάνοια ταύτης ἀπολαύει τῆς ἡσυχίας· πόλις δὲ ἅπασα τὴν ἐν τῇ διανοίᾳ καὶ τὴν ἐν ταῖς οἰκίαις εὐταξίαν μιμεῖται. Οὔτε γὰρ ἐν ἑσπέρᾳ ᾀδόντων ἔστιν ἀκοῦσαι, οὔτε ἐν ἡμέρᾳ θορυβούντων καὶ μεθυόντων, οὐ κραζόντων, οὐ μαχομένων, ἀλλὰ πολλὴν πανταχοῦ τὴν ἡσυχίαν ἔστιν ὁρᾷν. Ἀλλ' οὐχὶ νῦν οὕτως, ἀλλ' εὐθέως ὑπὸ τὴν ἕω κραυγαὶ, καὶ θόρυβοι, καὶ μαγείρων δρόμοι, καὶ πολὺς μὲν ἐν ταῖς οἰκίαις, πολὺς δὲ ἐν τοῖς λογισμοῖς ὁ καπνὸς, τῶν παθῶν ἡμῖν ἔνδον ὑποκαιομένων, καὶ τῆς φλογὸς διεγειρομένης τῆς ἐν ταῖς ἀτόποις ἐπιθυμίαις ὑπὸ τῆς τρυφῆς. ∆ιὰ ταῦτα ζητῶμεν καὶ ἀπελθοῦσαν τὴν νηστείαν· ἐκείνη γὰρ ταῦτα πάντα κατέστελλε. Κἂν τὸν πόνον αὐτῆς ἀπεθέμεθα, ἀλλὰ τὸν πόθον αὐτῆς μὴ καταλύσωμεν, μηδὲ τὴν μνήμην σβέσωμεν· ἀλλ' ὅταν ἀριστήσας καὶ καθευδήσας εἰς τὴν ἀγορὰν ἐμβάλῃς, καὶ τὴν ἡμέραν πρὸς ἑσπέραν ἤδη ἐπειγομένην ἴδῃς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν ταύτην, καὶ παρὰ τὸ βῆμα τοῦτο ἐλθὼν, ἀναμιμνήσκου τοῦ καιροῦ