1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

31

παραίνεσιν καὶ συμβουλὴν, πρὸς διόρθωσιν καὶ νουθεσίαν. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἠκονήθη ἡ γλῶσσά μου ἐπ' ἐχθρούς μου, ἀλλ', Ἐπλατύνθη. Ἀνέσεως ἀπέλαυσα, φησὶν, ἐλευθεροστομεῖν δύναμαι. Νῦν ἀπεκρουσάμην τὴν αἰσχύνην, πρὸς παῤῥησίαν ἐπανῆλθον. Καὶ οὐδὲ ἐνταῦθα εἶπεν ὀνομαστὶ τὴν γυναῖκα τὴν ἀντίζηλον, ἀλλὰ ἁπλῶς τῷ τῆς προσηγορίας ἀδιορίστῳ, καθάπερ προσωπείῳ κατέκρυψε τὴν τοσαῦτα λυπήσασαν. Οὐκ εἶπεν, ὃ πολλαὶ λέγουσι γυναῖκες· Κατῄσχυνεν αὐτὴν ὁ Θεὸς, κατέῤῥαξε καὶ κατέβαλε τὴν μιαρὰν καὶ ἀλαζόνα καὶ μεγαλήγορον· ἀλλ' ἁπλῶς, Ἐπλατύνθη στόμα μου ἐπ' ἐχθρούς μου· εὐφράνθην ἐν σωτηρίᾳ σου. Ὅρα πῶς τὸν αὐτὸν διατηρεῖ νόμον διὰ τῆς εὐχῆς ἁπάσης. Ὥσπερ γὰρ ἐν ἀρχῇ ἔλεγεν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη στόμα μου ἐπ' ἐχθρούς μου· οὕτω καὶ ἐνταῦθα, Εὐφράνθην ἐν σωτηρίᾳ σου. Οὐχ ἁπλῶς, ἐν σωτηρίᾳ, ἀλλ', Ἐν σωτηρίᾳ σου· Οὐ γὰρ ἐπειδὴ ἐσώθην, φησὶν, ἀλλ' ἐπειδὴ διὰ σοῦ ἐσώθην, διὰ τοῦτο χαίρω καὶ ἀγάλλομαι. Τοιαῦται τῶν ἁγίων αἱ ψυχαί· τῶν δώρων μᾶλλον χαίρουσιν ἐπὶ τῷ δεδωκότι Θεῷ· οὐ γὰρ αὐτὸν διὰ τὰ αὐτοῦ φιλοῦσιν, ἀλλ' ἐκεῖνα δι' αὐτόν. Τοῦτο οἰκετῶν εὐγνωμόνων, τοῦτο δούλων εὐχαρίστων, πάντων τῶν ἑαυτῶν τὸν ∆εσπότην τὸν ἑαυτῶν προτιθέναι. Οὕτω, παρακαλῶ, καὶ ἡμεῖς διακεώμεθα· κἂν ἁμάρτωμεν, μὴ ἀλγῶμεν, ἐπειδὴ κολαζόμεθα, ἀλλ' ἐπειδὴ παρωξύναμεν τὸν ∆εσπότην· κἂν κατορθώσωμεν, μὴ χαίρωμεν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ἐπειδὴ ἠρέσαμεν τῷ βασιλεῖ τῶν οὐρανῶν. Τῷ γὰρ νοῦν ἔχοντι γεέννης ἁπάσης φοβερώτερον τὸ προσκροῦσαι Θεῷ, ὥσπερ καὶ βασιλείας ἁπάσης ποθεινότερον τὸ ἀρέσαι Θεῷ. Καὶ μὴ θαυμάσῃς εἰ ἐπὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, ὅπου γε καὶ ἐπ' ἀνθρώπων οὕτω πολλοὶ διάκεινται. Υἱοὺς γοῦν ἔχομεν πολλάκις γνησίους· κἂν ἄκοντες αὐτοὺς διαθῶμέν τι κακὸν, ἑαυτοὺς τιμωρούμεθα καὶ 54.672 κολάζομεν· καὶ ἐπὶ φίλων δὲ τοῦτο ποιοῦμεν. Εἰ δὲ ἐπὶ φίλων καὶ υἱῶν τοῦ κολασθῆναι τὸ λυπῆσαι ἐκείνους πολλῷ χαλεπώτερον εἶναι νομίζομεν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, καὶ γεέννης ἁπάσης χαλεπώτερον εἶναι νομίζειν τὸ ποιῆσαί τι τῶν μὴ δοκούντων αὐτῷ. Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος· διὰ τοῦτο ἔλεγε· Πέπεισμαι ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καὶ ἡμεῖς δὲ τοὺς ἁγίους μάρτυρας ὅταν μακαρίζωμεν, ἀπὸ τῶν τραυμάτων πρότερον μακαρίζομεν, καὶ τότε ἀπὸ τῶν βραβείων· ἀπὸ τῶν πληγῶν, καὶ τότε ἀπὸ τῶν ἀποκειμένων στεφάνων. Ἀπὸ γὰρ τῶν τραυμάτων τὰ βραβεῖα, οὐκ ἀπὸ τῶν βραβείων τὰ τραύματα τὴν ἀρχὴν λαμβάνει καὶ τὴν ὑπόθεσιν. γʹ. Οὕτω καὶ ὁ μακάριος Παῦλος πρὸ τῶν ἀποκειμένων ἀγαθῶν ἐπὶ τοῖς συμβαίνουσιν αὐτῷ διὰ τὸν Χριστὸν λυπηροῖς ἔχαιρε, καὶ ἐβόα λέγων, Χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν· καὶ πάλιν, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι· καὶ πάλιν, Ὅτι ἡμῖν ἐχαρίσθη ἀπὸ τοῦ Θεοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Καὶ γὰρ ὄντως χάρις μεγίστη, τὸ καταξιωθῆναι διὰ Χριστόν τι παθεῖν, καὶ στέφανος δὲ ἀπηρτισμένος, καὶ ἀμοιβὴ τῆς μελλούσης ἀντιδόσεως οὐκ ἐλάττων· καὶ τοῦτο ἴσασιν ὅσοι γνησίως καὶ θερμῶς φιλεῖν ἴσασι τὸν Χριστόν. Τοιαύτη τις ἦν καὶ ἡ γυνὴ αὕτη, θερμὸν ἔχουσα περὶ τὸν Θεὸν πόθον, καὶ φίλτρον διακαές· διὰ τοῦτο ἔλεγεν, Εὐφράνθην ἐν σωτηρίᾳ σου. Οὐδὲν γὰρ κοινὸν αὐτῇ πρὸς τὴν γῆν ἦν, ἀλλ' ὑπερεώρα ἀνθρωπίνης βοηθείας ἁπάσης, καὶ ἐπτέρωτο τῇ τοῦ Πνεύματος χάριτι, καὶ μετάρσιος ἦν, καὶ πρὸς τὸν Θεὸν ἐν ἅπασιν ἔβλεπε, καὶ τῶν ἐπικειμένων δεινῶν τὴν λύσιν ἐκεῖθεν ἐζήτει. Ἤδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ μὲν ἀνθρώπινα, οἷα ἂν ᾖ, μιμεῖται τὴν φύσιν τῶν δεδωκότων· δεῖ δὲ πανταχοῦ τῆς ἄνωθεν ἡμῖν ῥοπῆς, εἴγε μέλλοιμεν ἐπ' ἀσφαλοῦς ὁρμεῖν τῆς ἀγκύρας. ∆ιὰ τοῦτο καὶ πρὸς αὐτὸν ἐν ἅπασι κατέφευγε, καὶ λαβοῦσα τὴν χάριν, ἐπὶ τῷ δεδωκότι μᾶλλον ἔχαιρε, καὶ