1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

6

τούτου εἰργάζετο. Ἄκουε δὲ καὶ τὰ ἑξῆς. Καὶ οὕτως ἐποίει, φησὶν, ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἀπὸ ἱκανοῦ, ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον Κυρίου. Καὶ ἠθύμει, καὶ ἔκλαιε, καὶ οὐκ ἤσθιεν. Ἐπιτεταμένη ἡ ὀδύνη, πολὺ τὸ 54.639 μῆκος τῆς λύπης, οὐ δύο καὶ τρεῖς ἡμέραι, οὐδὲ εἴκοσι καὶ ἑκατὸν, οὐδὲ χίλιαι καὶ δὶς τοσαῦται· ἀλλ', Ἐξ ἱκανοῦ, φησὶν, ἔτη πολλὰ λυπουμένη καὶ ὀδυνωμένη ἦν ἡ γυνή· τοῦτο γάρ ἐστι τὸ, Ἀπὸ ἱκανοῦ· καὶ ὅμως οὐκ ἀπεδυσπέτησεν, οὐδὲ ἤλεγξεν αὐτῆς τὴν φιλοσοφίαν τοῦ χρόνου τὸ μῆκος, οὐδὲ τὰ ὀνείδη καὶ αἱ λοιδορίαι τῆς ἀντιζήλου, ἀλλ' ηὔχετο συνεχῶς καὶ ἱκέτευε· καὶ τὸ δὴ μεῖζον ἁπάντων, καὶ ὃ μάλιστα δείκνυσιν αὐτῆς τὸν περὶ τὸν Θεὸν πόθον, ὅτι οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ παιδίον κτήσασθαι ἐπεθύμει, ἀλλὰ καρπὸν ἀναθεῖναι τῷ Θεῷ, καὶ τῆς οἰκείας γαστρὸς ἀπάρξασθαι, καὶ τῆς καλῆς ταύτης ὑποσχέσεως λαβεῖν τὸν μισθόν. Πόθεν τοῦτο δῆλον; Ἐκ τῶν μετὰ ταῦτα ῥημάτων. Ἴστε γὰρ δήπου πάντες, ὅτι ταῖς γυναιξὶ διὰ τοὺς ἄνδρας μάλιστα ἀφόρητον ἡ ἀπαιδία. Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὕτως ἀλόγως διάκεινται, ὡς ταῖς γυναιξὶν ἐγκαλεῖν, ἐπειδὰν μὴ τίκτωσιν, οὐκ εἰδότες ὅτι τὸ τεκεῖν ἄνωθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τῆς τοῦ Θεοῦ προνοίας, καὶ οὔτε γυναικὸς φύσις, οὔτε συνουσία, οὔτε ἄλλο οὐδὲν αὐταρκὲς πρὸς τοῦτό ἐστιν. Ἀλλ' ὅμως, καίτοι γε εἰδότες ὅτι ἀδίκως ἐγκαλοῦσιν, ὀνειδίζουσι, καὶ ἀποστρέφονται πολλάκις, καὶ οὐχ ἡδέως πρὸς αὐτὰς ἔχουσιν. εʹ. Ἴδωμεν τοίνυν καὶ ἐπὶ ταύτης τῆς γυναικὸς εἰ τοῦτο συνέβαινεν. Ἂν μὲν γὰρ ἴδῃς αὐτὴν καταφρονουμένην, ἀτιμαζομένην, ὑβριζομένην, παῤῥησίαν οὐκ ἔχουσαν πρὸς τὸν ἄνδρα, οὐδὲ πολλῆς ἀπολαύουσαν τῆς εὐνοίας, δυνήσῃ στοχάσασθαι, ὅτι διὰ τοῦτο ἐπεθύμει παιδίου, ἵνα παῤῥησίαν ἔχῃ καὶ ἐλευθερίαν πολλὴν, καὶ ποθεινοτέρα γένηται τῷ ἀνδρί. Ἂν δὲ τοὐναντίον ἅπαν εὕρῃς, αὐτὴν τῆς τὰ παιδία ἐχούσης μᾶλλον ἀγαπωμένην, καὶ πλείονος ἀπολαύουσαν εὐνοίας, εὔδηλον ὅτι οὐ δι' ἀνθρώπινόν τι, οὐδ' ἵνα τὸν ἄνδρα ἐπισπάσηται μᾶλλον, ἐπεθύμει παιδίου, ἀλλὰ διὰ τὴν εἰρημένην αἰτίαν. Πόθεν οὖν τοῦτο δῆλον; Ἄκουσον αὐτοῦ τοῦ συγγραφέως αὐτὸ λέγοντος· οὐδὲ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ' ἵνα τῆς γυναικὸς μάθῃς τὴν ἀρετήν. Τί οὖν οὗτός φησιν; Ἠγάπα γὰρ ὁ Ἐλκανὰ τὴν Ἄνναν ὑπὲρ τὴν Φενάνναν. Εἶτα μετὰ ταῦτα ἰδὼν αὐτὴν οὐκ ἐσθίουσαν, ἀλλὰ κλαίουσαν, φησί· Τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσθίεις; καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα; Ὁρᾷς πῶς αὐτῆς ἐξήρτητο, καὶ ὑπὲρ ἐκείνης ἤλγει πλέον, οὐ διὰ τὸ μὴ ἔχειν παιδία, ἀλλὰ διὰ τὸ ὁρᾷν ἀθυμοῦσαν αὐτὴν καὶ περιοδυνίᾳ κατεχομένην; Ἀλλ' ὅμως οὐκ ἔπεισεν αὐτὴν ἀποστῆναι τῆς ἀθυμίας. Οὐ γὰρ δι' αὐτὸν ἐζήτει τὸ παιδίον, ἀλλ' ἵνα τινὰ καρπὸν ἐπιδείξηται τῷ Θεῷ. Καὶ ἀνέστη, φησὶ, μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ μετὰ τὸ πιεῖν, καὶ κατέστη ἐνώπιον Κυρίου. Οὐχ ἁπλῶς οὐδὲ τοῦτο εἴρηται, ὅτι Μετὰ τὸ φαγεῖν καὶ πιεῖν· ἀλλ' ἵνα μάθῃς, ὅτι τὸν καιρὸν, ὃν ἀνέσεως ἕτεροι καὶ ἀδείας ποιοῦνται, τοῦτον εὐχῆς καὶ δακρύων ἐποιεῖτο καιρὸν, διὰ τὸ σφόδρα νήφειν καὶ ἐγρηγορέναι. Καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἠλεὶ ὁ ἱερεὺς, φησὶν, ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου. Οὐδὲ τοῦτο ἁπλῶς εἴρηται, ὅτι ὁ Ἠλεὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου· ἀλλ' ὑπὲρ τοῦ δεῖξαι τὴν θερμότητα τῆς γυναικός. Καθάπερ γὰρ χήρα πολλάκις γυνὴ ἀπροστάτευτος οὖσα καὶ ἔρημος, ἐπηρεαζομένη, πολλὰ 54.640 ἀδικουμένη, βασιλέως εἰσελαύνειν μέλλοντος, δορυφόρων, ἀσπιδηφόρων, ἱππέων, ἑτέρας πολλῆς θεραπείας προαπαντώσης, οὐ καταπλήττεται, οὐδὲ προστάτου δεῖται, ἀλλὰ πάντας αὐτοὺς διατεμοῦσα μετὰ πολλῆς ἐντυγχάνει τῷ βασιλεῖ παῤῥησίας, τὴν οἰκείαν ἐκτραγῳδοῦσα συμφορὰν, τῆς ἀνάγκης αὐτὴν χειραγωγούσης· οὕτω δὴ καὶ αὕτη ἡ γυνὴ οὐκ ἠρυθρίασεν, οὐκ ᾐσχύνθη, τοῦ ἱερέως καθημένου, αὐτὴ δι' ἑαυτῆς αἰτῆσαι καὶ μετὰ πολλῆς τῆς παῤῥησίας τῷ βασιλεῖ προσελθεῖν· ἀλλ' ὑπὸ τοῦ πόθου πτερωθεῖσα, καὶ πρὸς τὸν οὐρανὸν ἀναβᾶσα τῇ διανοίᾳ, ὡς αὐτὸν ὁρῶσα τὸν Θεὸν, οὕτω μετὰ πάσης αὐτῷ θερμότητος διελέγετο. Καὶ τί φησι; Μᾶλλον δὲ οὐδὲν