1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

25

δόξαν, τὴν περιφάνειαν, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων αὐτὸ τιθείς· καὶ γὰρ ἐκείνοις ἀντὶ δόξης καὶ ὅπλου τὸ κέρας μόνον ἐνέθηκεν ὁ Θεὸς, κἂν ἀποβάλωσι τοῦτο, τὸ πλέον ἀπέβαλον τῆς δυνάμεως· καὶ καθάπερ ἄοπλος στρατιώτης, οὕτω καὶ ταῦρος χωρὶς κεράτων ῥᾳδίως ἁλίσκεται. Οὐδὲν οὖν διὰ τούτου ἄλλο φησὶν ἡ γυνὴ, ἀλλ' ἢ, ὅτι Ὑψώθη ἡ δόξα μου. Καὶ πῶς ὑψώθη; Ἐν Θεῷ μου, φησί. ∆ιὰ τοῦτο καὶ ἀσφαλὲς τὸ ὕψος ἐστὶ, βεβαίαν καὶ ἀκίνητον ἔχον τὴν ῥίζαν. Ἡ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων δόξα, τῶν δοξαζόντων μιμεῖται τὴν εὐτέλειαν, ὅθεν καὶ μεταπίπτει ῥᾳδίως· ἡ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ ἀκίνητος μένει διὰ παντός. Καὶ ταῦτα ἀμφότερα δηλῶν ὁ προφήτης, κἀκείνης τὸ εὐμετάπτωτον, καὶ ταύτης τὸ μόνιμον, οὕτως ἔλεγε· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Περὶ δὲ τῆς τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ πῶς; Τὸ δὲ ῥῆμα τοῦ Θεοῦ εἰς τὸν αἰῶνα μένει. Καὶ δῆλον τοῦτο καὶ ἀπὸ ταύτης τῆς γυναικός. Βασιλεῖς μὲν γὰρ καὶ στρατηγοὶ καὶ δυνάσται, 54.664 πολλὰ πραγματευσάμενοι πολλάκις, ὥστε αὐτῶν ἄληστον γενέσθαι τὴν μνήμην, καὶ τάφους λαμπροὺς οἰκοδομησάμενοι, καὶ ἀνδριάντας ἀναστήσαντες, καὶ εἰκόνας πολλὰς πολλαχοῦ, καὶ κατορθωμάτων ὑπομνήματα μυρία καταλιπόντες, σεσίγηνται, καὶ οὐδὲ ἀπὸ ψιλῆς προσηγορίας εἰσί τινι γνώριμοι· αὕτη δὲ ἡ γυνὴ πανταχοῦ τῆς οἰκουμένης ᾄδεται νῦν· κἂν εἰς Σκυθίαν ἀπέλθῃς, κἂν εἰς Αἴγυπτον, κἂν εἰς Ἰνδοὺς, κἂν εἰς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, πάντων ἀκούσῃ τὰ κατορθώματα τῆς γυναικὸς ταύτης ᾀδόντων, καὶ πᾶσαν ἁπλῶς, ὅσην ἥλιος ἐφορᾷ γῆν, ἡ δόξα τῆς Ἄννης καταλαμβάνει. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ᾄδεται ἡ γυνὴ, ἀλλ' ὅτι τοσούτου παρελθόντος χρόνου, οὐ μόνον οὐκ ἐσβέσθη τὰ τῆς εὐφημίας αὐτῆς, ἀλλὰ καὶ αὔξεται καὶ ἐπιτείνεται πολλῷ πλέον, καὶ τὴν φιλοσοφίαν αὐτῆς καὶ τὴν ὑπομονὴν καὶ τὴν καρτερίαν ἅπαντες ἴσασι, καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν στρατοπέδοις, καὶ ἐν πλοίοις, καὶ ἐν ἐργαστηρίοις, καὶ πανταχοῦ τῆς γυναικὸς ἐγκωμιαζομένης ἀκούσῃ ταύτης. Ὅταν γὰρ ὁ Θεός τινα δοξάσαι βουληθῇ, κἂν θάνατος ἐπιγένηται, κἂν χρόνου πλῆθος, κἂν ἄλλο ὁτιοῦν, μένει τὰ τῆς δόξης ἐκείνης ἀνθοῦντα διηνεκῶς, καὶ οὐδεὶς ἐπισκοτῆσαι τῇ περιφανείᾳ ταύτῃ δυνήσεται. ∆ιὰ τοῦτο καὶ αὐτὴ παιδεύουσα τοὺς ἀκούοντας ἅπαντας, ὅτι οὐ χρὴ καταφεύγειν τοῖς ἐπικήροις, ἀλλ' ὅθεν βέβαια καὶ ἀκίνητα ἡμῖν μένει τὰ ἀγαθὰ, εἶπε τὸν τῆς δόξης αἴτιον. Εἰποῦσα γὰρ, ὅτι Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ἐπήγαγεν, Ὑψώθη κέρας μου ἐν Θεῷ μου, διπλᾶ ἐνταῦθα ἡμῖν αἰνιττομένη τὰ ἀγαθὰ, ἅπερ δύσκολον συμβαίνειν ταχέως. Καὶ γὰρ τοῦ σάλου, φησὶν, ἀπηλλάγην, καὶ τὴν ἀτιμίαν ἀπεθέμην, καὶ ἀσφαλείας ἀπέλαυσα, καὶ δόξης μετέσχον. Ταῦτα δὲ ἀμφότερα οὐκ ἄν τις ἴδοι ῥᾳδίως ἀλλήλοις συντρέχοντα. Πολλοὶ γὰρ κινδύνων μὲν ἀπαλλάττονται, ἐπίδοξον δὲ οὐκ ἔχουσι βίον· ἕτεροι πάλιν δόξης μὲν ἀπολαύουσι καὶ περιφανείας, κινδυνεύειν δὲ ἀναγκάζονται διὰ τὴν δόξαν ταύτην. Οἷόν τι λέγω· πολλοὶ πολλάκις τὸ δεσμωτήριον οἰκήσαντες, μοιχοὶ καὶ γόητες καὶ τυμβωρύχοι, καὶ οἱ ἕτερά τινα τοιαῦτα ἡμαρτηκότες, εἶτα ἀπό τινος φιλανθρωπίας βασιλικῆς ἀφέθησαν τοῦ οἰκήματος· οὗτοι τῆς κολάσεως μὲν ἀπηλλάγησαν, τὰ δὲ ὀνείδη οὐκ ἀπετρίψαντο, ἀλλ' ἔχουσι τὴν αἰσχύνην ἑπομένην αὐτοῖς. Ἄλλοι στρατιῶται γενναῖοι τὸν ἐπίδοξον καὶ περιφανῆ βίον διώκοντες, ῥιψοκινδύνως ἑαυτοὺς τοῖς πολεμίοις ἐνδόντες, πολλὰ πολλάκις ἔλαβον τραύματα, καὶ ἔσχατον ἄωρον ὑπέστησαν θάνατον· οὗτοι δόξης ἐπιθυμήσαντες, ἀσφαλείας ἐξέπεσον. δʹ. Ἐπὶ δὲ τῆς γυναικὸς ἀμφότερα ταῦτα συνέβη, καὶ ἀσφαλείας ἀπέλαυσε καὶ δόξης ἐπέτυχεν. Οὕτω καὶ ἐπὶ τῶν τριῶν παίδων ἐγένετο· καὶ γὰρ κινδύνων ἀπηλλάγησαν διαφυγόντες τὸ πῦρ, καὶ περιφανεῖς ἐγένοντο, ὑπὲρ φύσιν τοῦ στοιχείου νικήσαντες τὴν δύναμιν. Τοιαῦτα τοῦ Θεοῦ τὰ κατορθώματα· ὁμοῦ γὰρ λαμπρὸν καὶ ἀσφαλῆ χαρίζεται βίον. Ἅπερ οὖν ἀμφότερα καὶ αὕτη αἰνιττομένη