1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

34

ἑτέρων συμβαίνοντα, θανάτου παντὸς χαλεπώτερον βιώσεται βίον, καὶ ἐπ' αὐτοῦ τοῦτο συμβήσεσθαι προσδοκῶν. Ἀλλὰ τὰ τοῦ θανάτου οὐ κοινά; οὐχὶ καὶ ἐπὶ πλουσίων καὶ ἐπὶ πενήτων ἄωροι γίνονται θάνατοι, καὶ μετὰ τὸν θάνατον δὲ οὐχ ἅπασιν ὁμοίως καὶ τοῦτο κἀκεῖνο τὸ σῶμα διαλύεται, καὶ γίνεται τέφρα καὶ κόνις, καὶ σκώληκας τίκτει; Ἀλλὰ τὰ τῶν ἐνταφίων οὐ κοινὰ, φησί. Καὶ τί τὸ ὄφελος; Ὅταν γὰρ πολλὴν ἐπιστιβάσῃς τῷ πλουσίῳ στολὴν καὶ πολυτελῆ καὶ διάχρυσον, οὐδὲν ἕτερον ἢ πλέον αὐτῷ προξενεῖς τὸ μῖσος, καὶ μείζονα τὴν κατηγορίαν, καὶ τὰ πάντων ἀνοίγεις στόματα κατὰ τοῦ τετελευτηκότος, καὶ ἀρὰς μυρίας ἐπισπᾶσαι κατ' αὐτοῦ, καὶ σφοδροτέραν τῆς πλεονεξίας ἀνάπτεις τὴν διαβολὴν, ἑκάστου διαῤῥηγνυμένου, καὶ ἀποπνιγομένου, καὶ καταρωμένου τὸν τελευτήσαντα, ὅτι μηδὲ ἀποθανὼν τὴν περὶ τὰ χρήματα μανίαν κατέλυσε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι καὶ τοὺς τῶν τοιχωρύχων ἀνοίγει ὀφθαλμούς. Ὥστε ἡ πλείων θεραπεία πλείονος ἀσχημοσύνης αὐτῷ γίνεται πρόφασις. Τὸ μὲν γὰρ σῶμα τοῦ πένητος οὐκ ἄν τις ἕλοιτο γυμνῶσαι λοιπόν· ἡ γὰρ εὐτέλεια τῶν ἱματίων φυλακὴ τῇ περιβολῇ τοῦ σώματος γίνεται. Ἐνταῦθα δὲ κλεῖθρα καὶ μοχλοὶ καὶ θύραι καὶ φύλα 54.676 κες, καὶ πάντα εἰκῆ καὶ μάτην, τῆς τῶν χρημάτων ἐπιθυμίας τοὺς τὰ τοιαῦτα κακουργεῖν ἐπισταμένους πάντα. τολμᾷν ἀναπειθούσης. Ὥστε ἡ πλείων τιμὴ πλείονα ἐπάγει τῷ τετελευτηκότι τὴν ὕβριν, καὶ ὁ μὲν εὐτελῆ λαβὼν ἐντάφια, κεῖται τῆς τιμῆς ἀπολαύων· ὁ δὲ πολυτελῆ, γυμνοῦται καὶ ἀτιμάζεται· εἰ δὲ μηδὲν τούτων γένοιτο, οὐδὲ οὕτως ἔσται τι πλέον αὐτῷ, ἀλλ' ἢ τὸ δαψιλεστέραν παρασχεῖν τῷ σκώληκι τὴν τράπεζαν, καὶ πλείω γενέσθαι τὴν σηπεδόνα. Ταῦτα οὖν, εἰπέ μοι, μακαρισμῶν ἄξια; Καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ἀπὸ τούτων ζηλωτὸν νομίζειν εἶναι ἄνθρωπον; Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ τὰ ἄλλα καθ' ἕκαστον ἐπιόντες, καὶ μετὰ ἀκριβείας διερευνώμενοι, τοὺς πένητας τῶν πλουτούντων πολὺ πλέον εὑρήσομεν ἔχοντας. Ταῦτ' οὖν ἅπαντα μετὰ ἀκριβείας σκοποῦντες, καὶ τοῖς ἄλλοις ἅπασιν ἐπεξιόντες ∆ίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται, κἀκεῖνο μεμνημένοι διηνεκῶς, ὅτι οὐδὲ ἀπ' αὐτῆς τῆς τῶν χρημάτων περιουσίας ἔσται τι πλέον τοῖς κεκτημένοις, ἀλλὰ φροντίδες, καὶ ἀγωνίαι, καὶ φόβοι, καὶ κίνδυνοι· μηδὲν νομίζωμεν ἔλαττον ἔχειν τῶν πλουτούντων. Ἐὰν γὰρ νήφωμεν, καὶ πλέον ἕξομεν, ἔν τε τοῖς κατὰ Θεὸν πράγμασιν, ἔν τε τοῖς παροῦσιν ἅπασι. Καὶ γὰρ ἡδονὴν καὶ ἀσφάλειαν, καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ χρηστὰς ἐλπίδας, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν παρὰ τοῖς πένησιν εὑρήσει τις μᾶλλον, ἢ παρὰ τοῖς πλουτοῦσι. Μὴ τοίνυν κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν γογγύζωμεν, μηδὲ τοῦ ∆εσπότου κατηγορῶμεν, ἀλλ' ἐν πᾶσιν εὐχαριστῶμεν, καὶ ἓν μόνον νομίζωμεν εἶναι δεινὸν, ἁμαρτίαν, καὶ ἀγαθὸν, δικαιοσύνην. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν ἡμᾶς δήξεται· ἀλλὰ καθαρὰν ἡδονὴν καρπωσάμενοι διὰ πάντων, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.