2
τὴν ὑπὸ σοῦ δεδωρημένην δωρεὰν καὶ οὕτως ἀναπέμψαι τὰς ἐξ ἔθους εὐχὰς πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. πάντες ἐλπίζουσιν οἱ ἀδελφοὶ τῇ ὑπὸ σοῦ εὐχῇ ὑπὲρ αὐτῶν γιγνομένῃ στηριχθῆναι. παρακαλοῦμεν μὴ ὀκνῆσαι μεταδοῦναι χάριν θεϊκὴν ἐσχηκότα ἀποστόλων. πάντες οἱ μικροὶ ἐν ταῖς μάνδραις ὄντες εὐχὴν τῷ κρείττονι ἀναπέμπουσι μεταλαβεῖν ἀπὸ τῆς σῆς θεοσεβείας πνευματικὴν δωρεάν. ἐρρωμένος ἐν κυρίῳ καὶ εὔθυμος ἐν Χριστῷ διατελοίης καὶ ἐν ἁγίῳ πνεύματι * τὸν δοθέντα σοι θρόνον καὶ τὴν θεϊκὴν δωρεὰν μέχρι τοῦ σὲ ἐκδεχομένου στεφάνου. 1.155 Ἡ ἀντιγραφεῖσα πρὸς τοὺς περὶ Ἀκάκιον καὶ Παῦλον πρεσβυτέρους ὑπὸ τοῦ αὐτοῦ Ἐπιφανίου πρὸς τὰ ὑπ' αὐτῶν αὐτῷ γραφέντα περὶ τοῦ κατὰ αἱρέσεων γράψαι αὐτόν. Κυρίοις τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις Ἀκακίῳ καὶ Παύλῳ Ἐπιφάνιος ἐν κυρίῳ χαίρειν. Προοίμιον εἴτ' οὖν λαλιάν, ἐπιγραφὴν ὥσπερ διαγράφοντες παλαιοὶ συγγραφεῖς διὰ τοῦ αἰνίγματος ὑπόφασιν ἐδείκνυον πάσης ὑποκειμένης πραγματείας. ὅθεν καὶ αὐτοὶ τῷ αὐτῷ κεχρημένοι χαρακτῆρι προοιμιαζόμεθα ὑμῖν, ἀγαπητοί, τὰ τῆς κατὰ αἱρέσεων † αἰτήσεως ὑμῶν ἐν ὀλίγῳ τὴν δύναμιν ἀνακεφαλαιούμενοι. ἐπειδὴ γὰρ μέλλομεν ὑμῖν τά τε ὀνόματα τῶν αἱρέσεων δηλοῦν τάς τε παρ' αὐτοῖς ἀθεμίτους πράξεις ἀνακαλύπτειν, ὥσπερ ἰοὺς καὶ δηλητήρια ὄντα, σὺν αὐτοῖς δὲ ἅμα καὶ ἀντιδότους ἐφαρμόσαι, ἀλεξητήρια τῶν δεδηγμένων καὶ προκαταληπτικὰ τῶν μελλόντων εἰς τοῦτο ἐμπίπτειν, τοῖς φιλοκάλοις διαγράφομεν αὐτὸ τοῦτο τὸ προοίμιον, Πανάριον εἴτ' οὖν κιβώτιον ἰατρικὸν τῶν θηριοδήκτων ἑρμηνεύοντες, ὅπερ ἐστὶ διὰ βιβλίων τριῶν συγγραφέν, περιέχον αἱρέσεις ὀγδοήκοντα, αἵτινές εἰσι θηρίων εἴτ' οὖν ἑρπετῶν αἰνίγματα. «μία δὲ μετὰ τὰς ὀγδοήκοντα» ἡ τῆς ἀληθείας βάσις ἅμα καὶ διδασκαλία καὶ σωτήριος πραγματεία καὶ Χριστοῦ «νύμφη ἁγία» ἐκκλησία, οὖσα μὲν ἀπ' αἰῶνος, διὰ δὲ τῆς ἐνσάρκου Χριστοῦ παρουσίας κατὰ τὴν διαδοχὴν τοῦ χρόνου μέσον τῶν προειρημένων αἱρέσεων ἀποκαλυφθεῖσα καὶ ὑφ' ἡμῶν ἐν 1.156 ὑπομνήσει διὰ τοῦ κηρύγματος Χριστοῦ ταχθεῖσα καὶ πάλιν μετὰ πάσας τὰς τῶν αἱρέσεων τούτων μοχθηρίας εἰς ἀναψυχὴν τῶν τὸν κάματον τῶν αἱρέσεων διὰ τῆς ἀναγνώσεως διελθόντων ὑφ' ἡμῶν μετ' ἐπιτομῆς τοῦ λόγου κατὰ τὴν τῶν ἀποστόλων διδασκαλίαν σαφῶς ἀπαγγελθεῖσα. 2. Παρακλήθητε δὲ πάντες οἱ φιλοκάλως ἐντυγχάνοντες τῷ τε προοιμίῳ καὶ ταῖς μετέπειτα αἱρέσεσι καὶ τῇ ὑπὲρ τῆς ἀληθείας ἀπολογίᾳ τε καὶ διδασκαλίᾳ τῆς ἀληθείας καὶ πίστει τῆς ἁγίας καθολικῆς ἐκκλησίας, συγγνῶναι ἡμῖν ἀνθρώποις οὖσι καὶ μετὰ πόνου καὶ ζήλου θεϊκοῦ φιλοτιμουμένοις ὑπὲρ θεοσεβείας ἀπολογεῖσθαι, εἴ τι ὑπέρογκον * εἰς αὐτὸ τὸ πανάγιον καὶ πανσεβάσμιον ὄνομα θέλοντες κατὰ τὴν ἰδίαν δύναμιν ὑπεραπολογεῖσθαι, τοῦ θεοῦ συγχωροῦντος τὰ ὑπὲρ δύναμιν ἡμῖν ἐκζητοῦσιν, ἐπειδὴ δι' ἀλήθειαν ἡμῖν ὁ λόγος καὶ δι' εὐσέβειαν ἡ πραγματεία. καὶ ἔτι παρακλήθητε συγγνῶναι ἡμῖν, εἴ που εὕροιτε ἡμᾶς, καίτοι γε μὴ ἐν ἔθει ὄντας ἐπισκώπτειν τινὰς ἢ ἐπισκωμματίζειν, διὰ δὲ τὸν πρὸς τὰς αἱρέσεις ζῆλον καὶ εἰς ἀποτροπὴν τῶν ἐντυγχανόντων εἴ που παροξυνόμενοι λέξωμεν, ἢ ἀπατεῶνάς τινας καλοῦντες ἢ ἀγύρτας ἢ ἀθλίους. αὐτὴ γὰρ ἡ ἀνάγκη ἡ πρὸς τοὺς λόγους τοῦ ἀγῶνος παρασκευάζει ἡμῖν τὸν τοιοῦτον ἱδρῶτα δι' ἀποτροπὴν τῶν ἐντυγχανόντων καὶ ὅπως δείξωμεν παντελῶς ἀπηγορευμένας τοῦ ἡμετέρου φρονήματος τὰς ἐκείνων ἐργασίας καὶ μυστήρια καὶ διδασκαλίας, ἵν' ἀπὸ τῶν λόγων καὶ τῆς ὀξύτητος τῆς ἀντιλογίας καὶ τὸ ἡμέτερον ἐλευθέριον ἀποδείξωμεν καί τινας ἀπὸ τῶν αὐτῶν ἐκκλίνωμεν καὶ διὰ τῶν δοκούντων βαρυτέρων λόγων. 3. Καὶ ἔστι τὰ ἐν τῇ πάσῃ πραγματείᾳ διὰ τῶν προειρημένων τριῶν βιβλίων,