433
οὐ δυνήσονται ἀρνήσασθαι ὅτι ἐκ τοῦ μονογενοῦς ἐσχήκασι τὸ εἶναι κεκτισμένοι γεγονότες; εἰ τοίνυν οἱ ὑπ' αὐτοῦ γεγονότες ἄγγελοι πνευματικοὶ μὲν γεγονότες, πλὴν κτίσματα αὐτοῦ ὄντες καὶ ὑποβεβηκότες πολὺ ἀπείρως τῆς αὐτοῦ οὐσίας, ὡς ἔργον αὐτοῦ ὄντες, ὅμως σάρκα μὴ εἰλήφασι, τί ἐροῦμεν; ἆρα μείζους εἰσὶ τοῦ υἱοῦ ὑπ' αὐτοῦ κτισθέντες; ἢ καὶ τὸ πνεῦμα τὸ ἅγιον; διὰ τί μὴ εἰς σάρκα ἦλθε καὶ σάρκα ἐφόρεσε καὶ ἐνηνθρώπησεν, ἢ τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ ἤ τις τῶν ἀγγέλων; οὐ γὰρ πάντως διὰ τὸ ἠλαττῶσθαι τὸν υἱὸν παρὰ τὸν πατέρα, τούτου ἕνεκα σάρκα ἐνεδύσατο, ἐπεὶ ἂν ὤφειλον καὶ 3.199 οἱ ἄγγελοι πάντως σάρκα ἐνδύσασθαι ἢ καὶ τὸ πνεῦμα, ἀλλ' ἐπειδὴ ἡ σοφία ὢν τοῦ πατρὸς καὶ δύναμις καὶ λόγος αὐτὸς τὰ πάντα ἐδημιούργησε σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι, ἵνα δείξῃ ὅτι τὸ αἴτιον ὁ Ἀδὰμ τῆς παραβάσεως οὐκ ἀπὸ τοῦ πεπλακέναι οὐδὲ ἀπὸ τοῦ πεποιηκέναι τὸ ἁμαρτὲς ἢ τὸ τῆς παρακοῆς ἔσχεν, ἀλλ' ἀπὸ ἰδίας προαιρέσεως, ἵνα τὴν δικαίαν κρίσιν εἰς τέλος διεξαγάγοι, ὡς εἶπεν ὁ Ἠσαΐας «κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἐξαγάγοι τὴν κρίσιν εἰς νῖκος, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι», καθάπερ καὶ ∆αυὶδ περὶ αὐτοῦ εἴρηκε τὸ «καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε». ἐκρίθη γάρ, ἵνα κρίνων δικαίως φράξῃ τὰ στόματα τῶν μελλόντων ἀντιλέγειν. οὐ γὰρ δυνήσεταί τις ἀντιλέγειν τῇ αὐτοῦ δικαίᾳ κρίσει. ἐφόρεσε γὰρ τὸ σῶμα, ἄχραντον αὐτὸ συντηρήσας. οὐ γὰρ ὃ γέγονεν ἐν τῷ ἀνθρώπῳ ἀπ' ἀρχῆς τουτέστιν ἐν τῷ Ἀδάμ, πάντως εἰς τοῦτο ἐκ τοῦ δημιουργοῦ, τοῦ ἀναιτίου τῆς τοῦ Ἀδὰμ ἁμαρτίας, τὸ ἁμαρτεῖν γέγονε καὶ διὰ τοῦτο ἥμαρτεν, ἀλλὰ τὸ αὐτεξούσιον αὐτῷ ἀπέδωκεν καὶ αἴτιος ἑαυτῷ ἕκαστος γίνεται ἁμαρτίας. διά τοι τοῦτο ἀναίτιος ὢν ὁ δημιουργὸς θεὸς λόγος, ὁ σὺν πατρὶ κτίσας τὸν ἄνθρωπον καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ πνεύματι, ἀθάνατος καὶ ἄχραντος, ἰδίᾳ δοκήσει ἀρρήτῳ τινὶ σοφίας μυστηρίῳ ἐνηνθρώπησε, τελείως τὰ πάντα ἀναδεξάμενος ὑπὲρ τοῦ ἰδίου πλάσματος δι' ὑπερβολὴν φιλανθρωπίας, οὐ μετὰ ἀνάγκης, ἀλλ' ἑκουσίᾳ γνώμῃ, ἵνα «ἐν τῇ σαρκὶ κατακρίνῃ τὴν ἁμαρτίαν» καὶ ἐπὶ τῷ σταυρῷ διαλύσῃ τὴν κατάραν καὶ ἐν τῷ μνήματι καταφαίρετον ποιήσῃ τὴν φθορὰν καὶ ἐν τῷ Ἅιδῃ σὺν τῇ ψυχῇ κατελθὼν ἐν τῇ θεότητι κλάσῃ «τὸ κέντρον τοῦ θανάτου» καὶ διαλύσῃ τὴν πρὸς τὸν Ἅιδην διαθήκην. οἱ δὲ ἀχάριστοι παντάπασι τὰ ἀγαθὰ εἰς κακὰ μετατρέποντες, ἀνθ' ὧν εὐχαριστῆσαι ἔδει τῷ φιλανθρώπῳ καὶ τελείῳ καὶ ἀγαθῷ ἐξ ἀγαθοῦ πατρὸς ὑπάρχοντι οὐκέτι εὐχαριστοῦσιν, ἀλλ' ἀχαριστοῦσι μᾶλλον, πάθη τῇ αὐτοῦ θεότητι προσάπτοντες, ἃ μὴ δύνανται συνιστᾶν, τῆς ἀληθείας φανερᾶς πᾶσιν ὑπαρχούσης. 53. Καὶ τούτων οὕτως ἑρμηνευομένων πάλιν ἐπ' ἄλλας λέξεις ἐφεξῆς ἐλεύσομαι. λέγουσι γὰρ τὸ ῥητὸν τοῦ εὐαγγελίου κακῶς ἑρμηνεύοντες ὅτι «ὁ ἀποστείλας με πατὴρ μείζων μού ἐστι». καὶ πρῶτον μὲν «ὁ ἀποστείλας 3.200 με πατήρ» φάσκει, καὶ οὐχ «ὁ κτίσας με». πᾶσαι γὰρ αἱ θεῖαι γραφαὶ τὴν αὐτοῦ πρὸς πατέρα γνησιότητα σημαίνουσιν. «ἐγέννησάς με» φησὶ «πάτερ», καὶ «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ «ὁ ἀποστείλας με πατήρ»· καὶ οὐδαμοῦ ὁ κτίσας, οὐδαμοῦ ὁ ποιήσας εἴρηκε. καὶ πῶς οὗτοι τὰ μὴ ὄντα ἑαυτοῖς ἐπισωρεύουσιν; «ὁ» δὲ «ἀποστείλας με πατὴρ μείζων μου ἐστί.» τί τούτου κυριώτερον; καὶ τί τούτου ἀναγκαιότερον; καὶ τί τούτου γνησιώτερον; καὶ τί τούτου πρεπωδέστερον; τίνι γὰρ πρέπει δοξάζειν πατέρα, ἀλλὰ υἱῷ ἀληθινῷ, τῷ ἐξ αὐτοῦ γεγεννημένῳ; ὁ πατὴρ γὰρ δοξάζει τὸν υἱὸν καὶ ὁ υἱὸς δοξάζει τὸν πατέρα, καὶ τούτου ἕνεκα εἰς ἡμῶν ὑπογραμμὸν καὶ ἕνεκεν τῆς πρὸς τὸν πατέρα δόξης ὑπ' αὐτοῦ ἀναφερομένης εἰς μίαν ἑνότητα καὶ εἰς μίαν δόξαν, δοξάζει ὁ υἱὸς τὸν πατέρα, ἵνα ἡμᾶς διδάξῃ τὴν αὐτοῦ τιμὴν τοῦ πατρὸς εἶναι, καθὼς εἴρηκεν ὅτι «ὁ μὴ τιμῶν τὸν υἱὸν ὡς τιμᾷ τὸν πατέρα, ἡ ὀργὴ τοῦ θεοῦ ἐπ' αὐτὸν μένει». «μείζων» δὲ κατὰ