267
διηνεκὲς δῶρα προσφέρων, πρῶτον μὲν ἑαυτὸν διὰ τοῦ σταυροῦ προσενέγκας, ἵνα λύσῃ πᾶσαν θυσίαν παλαιᾶς δια2.330 θήκης, τὴν ἐντελεστέραν δὲ καὶ ζῶσαν ὑπὲρ παντὸς τοῦ κόσμου ἱερουργήσας· αὐτὸς ἱερεῖον, αὐτὸς θῦμα, αὐτὸς ἱερεύς, αὐτὸς θυσιαστήριον, αὐτὸς θεός, αὐτὸς ἄνθρωπος, αὐτὸς βασιλεύς, αὐτὸς ἀρχιερεύς, αὐτὸς πρόβατον, αὐτὸς ἀρνίον, τὰ πάντα ἐν πᾶσιν ὑπὲρ ἡμῶν γενόμενος, ἵνα ἡμῖν ζωὴ κατὰ πάντα τρόπον γένηται, καὶ τῆς ἱερωσύνης αὐτοῦ τὸ ἀμετάστατον ἑδραίωμα εἰς τοὺς αἰῶνας ἀπεργάσηται, οὐκέτι κατὰ τὰ σπερματικὰ καὶ τὰς διαδοχὰς μερίζων, ἀλλὰ κατὰ τὸ δικαίωμα φυλάττεσθαι ἐν πνεύματι ἁγίῳ δωρούμενος. 5. Φαντάζονται δὲ πάλιν ἄλλοι, ἄλλα περὶ τούτου τοῦ Μελχισεδὲκ λέγοντες. σαρκικῶς γὰρ οἱ τοιοῦτοι ἀνεκρίθησαν, πνευματικῶς μὴ νενοηκότες τὰ ὑπὸ τοῦ ἁγίου ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ἑβραίους εἰρημένα. καὶ ὁ μὲν Ἱερακᾶς ὁ Αἰγύπτιος αἱρεσιάρχης νομίζει τοῦτον τὸν Μελχισεδὲκ εἶναι τὸ πνεῦμα τὸ ἅγιον διὰ τό «ἀφομοιούμενος, φησί, τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές»· ὡς ἀπὸ τῆς λέξεως ἧς εἶπεν ὁ ἅγιος ἀπόστολος «τὸ δὲ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις». ὁ δὲ ἐπιστάμενος τὸ φρόνημα τοῦ πνεύματος οἶδεν ὅτι ὑπὲρ ἐκλεκτῶν ἐντυγχάνει τῷ θεῷ. ἐξέπεσε δὲ καὶ οὗτος παντελῶς τοῦ προκειμένου. οὐ 2.331 γὰρ σάρκα ἐνεδύσατο τὸ πνεῦμά ποτε· σάρκα δὲ μὴ ἐνδυσάμενον οὐκ εἶχεν εἶναι βασιλεὺς τῆς Σαλὴμ καὶ ἱερεὺς τόπου τινός. καιρῷ δὲ ὅτε περὶ τούτου τοῦ Ἱερακᾶ καὶ τῆς αὐτοῦ αἱρέσεως τὴν ἀνατροπὴν ποιήσομαι, τότε ἐν πλάτει περὶ τούτων διηγήσομαι, τῆς δὲ ἀκολουθίας τὰ νῦν ἐπιλήψομαι. Πόσα δὲ περὶ τούτου τοῦ Μελχισεδὲκ καὶ ἄλλοι φαντάζονται. Σαμαρεῖται μὲν γὰρ τοῦτον νομίζουσιν εἶναι υἱὸν τοῦ Νῶε τὸν Σήμ. καταγέλαστοι δὲ καὶ αὐτοὶ εὑρεθήσονται. ἀσφαλιζομένη γὰρ ἡ θεία γραφὴ πάντα μετὰ εὐταξίας κατὰ πάντα τὴν ἀλήθειαν ὠχύρωσεν, οὐκ εἰς μάτην τοὺς χρόνους τάξασα καὶ τὰ ἔτη ἑκάστης τῶν πατέρων ζωῆς καὶ διαδοχῆς ἀριθμήσασα. ὅτε γὰρ Ἀβραὰμ ὑπῆρχεν ὀγδοήκοντα ὀκτὼ ἢ καὶ ἐνενήκοντα ἐτῶν πλείω ἐλάσσω, ὁ Μελχισεδὲκ αὐτῷ ὑπηντᾶτο καὶ ἐξέβαλεν αὐτῷ ἄρτους καὶ οἶνον, προτυπῶν τῶν μυστηρίων τὰ αἰνίγματα· ἀντίτυπα τοῦ σώματος τοῦ κυρίου, αὐτοῦ τοῦ κυρίου ἡμῶν λέγοντος ὅτι «ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν», καὶ ἀντίτυπα τοῦ αἵματος αὐτοῦ τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ ῥεύσαντος εἰς κάθαρσιν τῶν κεκοινωμένων καὶ ῥαντισμὸν καὶ σωτηρίαν τῶν ἡμετέρων ψυχῶν. ὁ δὲ τοῦ Ἀβραὰμ πατὴρ Θάρρα ἑβδομηκοστὸν 2.332 κατάγων ἔτος τὸν Ἀβραὰμ ἐγέννησεν, καὶ γέγονεν ἔτη ἑκατὸν ἑξήκοντα πλείω ἐλάσσω. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάρρα ἑβδομήκοντα ἐννέα ἐτῶν ὑπάρχων, καὶ γέγονε ˉσˉλˉθ ἔτη. Σεροὺχ δὲ ἐγέννησε τὸν Ναχὼρ ˉρˉλ ἐτῶν ὑπάρχων, καὶ γεγόνασιν ἔτη ˉτˉξˉθ. Ῥαγαῦ δὲ ἐγέννησε τὸν Σεροὺχ ὑπάρχων ˉρˉλˉβ ἐτῶν, καὶ γέγονε πεντακοσιοστὸν πρῶτον ἔτος. Φάλεκ δὲ ἐγέννησε τὸν Ῥαγαῦ ὢν ˉρˉλ ἐτῶν, καὶ γέγονεν ἔτη ἑξακόσια τριάκοντα ἕν. Ἔβερ δὲ ἐγέννησε τὸν Φάλεκ ἐν ἔτει ˉρˉλˉδ τῆς αὐτοῦ ζωῆς, καὶ γεγόνασιν ἑπτακόσια ἑξήκοντα πέντε ἔτη. Σάλα δὲ ἐγέννησε τὸν Ἔβερ ἑκατοστὸν τριακοστὸν ἔτος κατάγων τῆς αὐτοῦ ἡλικίας, καὶ γέγονεν ὀκτακόσια ἐνενήκοντα πέντε ἔτη. Κηνᾶ δὲ ἐγέννα τὸν Σάλα ἔτος κατάγων ˉρˉθ τῆς αὐτοῦ ζωῆς, καὶ γέγονεν χίλια τέσσαρα ἔτη. Ἀρφαξὰδ δὲ ἐτῶν ˉρˉλˉε ὢν ἐγέννησε τὸν Κηνᾶν, καὶ γέγονεν χίλια ˉρˉλˉθ ἔτη. Σὴμ δὲ ˉρˉβ ἔτει τῆς αὐτοῦ ζωῆς, ὁ προειρημένος καὶ φαντασιαζόμενος παρὰ τοῖς Σαμαρείταις εἶναι Μελχισεδέκ, ἐγέννησε τὸν Ἀρφαξάδ, καὶ ὁμοῦ γέγονεν ἔτη χίλια διακόσια τεσσαράκοντα ἓν ἕως τοῦ χρόνου τοῦ Ἀβραάμ, καθ' ὃν συνήντησε τῷ Μελχισεδὲκ ἐπανιὼν ἀπὸ τῆς κοπῆς τῶν περὶ Ἀμαρφὰλ καὶ Ἀριὼχ καὶ Χοδολλογομὸρ καὶ Θαλγὰ τῶν βασιλέων. οὐκ ἔζησε δὲ Σὴμ τοσαῦτα ἔτη κατὰ τὴν τούτων ληρώδη φαντασίαν, ἀλλὰ ˉρˉβ ἐτῶν ὢν ἐγέννησε τὸν Ἀρφαξάδ, ἐν τῷ δευτέρῳ ἔτει μετὰ τὸν