473
συλλογίζεσθαι δυναμένων. εἴρηκε γὰρ «ἦλθον καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ θεοῦ, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». ὁ οὖν ἐν σοφίᾳ λόγου λογισμοὺς ἀπαιτῶν τὸ μυστήριον, μετὰ τῆς μωρανθείσης σοφίας ἔχων τὸ μέρος ἀπιστείτω τῷ μυστηρίῳ, ὅτε, κἂν ἐκεῖνος ἀπιστεῖται ἐν σοφίᾳ λόγου, ὁ Παῦλος * «ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ». εἰ δὲ ἐν τούτοις ἀποκρίνεται, οὐκ ἐν σοφίᾳ λόγου, 3.276 ἀλλὰ μωρίαν πᾶσαν συλλογιστικὴν σοφίαν ἐλέγξας διὰ τῆς ἀσυλλογίστου δυνάμεως, τὴν πίστιν μόνην λαμβάνει πρὸς σωτηρίαν τῶν τὸ κήρυγμα δεχομένων. οὐδὲ ἀποκρίνεται πῶς ὁ πατὴρ ἀπαθῶς γεννᾷ τὸν υἱόν, ἵνα μὴ κενωθῇ τὸ μυστήριον τῆς ἐκ πατρὸς υἱότητος τοῦ μονογενοῦς, ἀλλὰ μωραινομένην τὴν σοφίαν τῶν συνετῶν καθὰ γέγραπται «ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» ἐλέγχων, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ διὰ τὰ ἐκ λογισμῶν ὑποπτευόμενα κενωθῇ τὸ μυστήριον, φημὶ δὲ ἡ εὐσεβὴς ἔννοια ἡ περὶ πατρὸς καὶ υἱοῦ, ἀλλ' ἀπαθῶς πατέρα καὶ υἱόν, πατέρα μὲν ἐξ ἑαυτοῦ γεγεννηκότα ἄνευ ἀπορροίας καὶ πάθους τὸν υἱόν, υἱὸν δὲ ὅμοιον καὶ κατ' οὐσίαν ἐκ τοῦ πατρός, τέλειον ἐκ τελείου, μονογενῆ ὑποστάντα, πιστευόμενα τοῖς πιστοῖς ἢ ὑποπτευόμενα τοῖς ἀπίστοις ἀσυλλογίστως κηρύττει. τῶν γὰρ ἀτόπων ἐστὶν ἐκ σοφοῦ θεοῦ σοφίαν ὑφισταμένην ἀκούοντα, ὡς σοφῶς οἶδε τῆς ἐξ ἑαυτοῦ γεννηθείσης σοφίας γενέσθαι πατήρ, πάθος ἐννοεῖν πατρὶ ἐν τῷ τὴν σοφίαν ὑφίστασθαι, εἰ μέλλοι ἐξ αὐτοῦ κατ' οὐσίαν ὁμοία τῷ σοφῷ ἡ σοφία ὑφίστασθαι. εἰ γὰρ μήτε ὁ σοφὸς θεὸς μεθέξει σοφίας συνθέτως σοφὸς ἡμῖν νοεῖται, ἀλλ' ἀσυνθέτως αὐτός ἐστι σοφός, οὐσία ἐστί, μήτε ἡ σοφία ἐστὶν ὁ υἱός, ἐξ ἧς νοεῖται, ἀλλὰ ἡ σοφία οὐσία ἐστὶν ἀπὸ σοφοῦ οὐσίας, ὅ ἐστι σοφία, οὐσία ὁ υἱὸς ὑποστὰς ὁμοία ἔσται καὶ κατ' οὐσίαν τοῦ σοφοῦ πατρός, ἀφ' οὗπερ ὑπέστη σοφία ὁ υἱός. 7. ∆ιὸ καὶ εἰωθὼς ὁ μακάριος Παῦλος, καλῶς τὰ Ἑβραίων πεπαιδευμένος, ἀπὸ τοῦ αὐτοῦ πνεύματος τοῦ ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ λαλήσαντος τὰς αὐτὰς ἕλκειν ἐννοίας, ὥσπερ ἀπὸ τῶν δύο ψαλμῶν, ἀπὸ τοῦ τε λέγοντος «τὰ κρίματά σου ἄβυσσος πολλή» καὶ ἀπὸ τοῦ «αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται» τὸν περὶ κριμάτων τοῦ θεοῦ λόγον μετέβαλε, ἀντὶ μὲν τοῦ «ἄβυσσος πολλή» τὸ «ὦ βάθος πλούτου» θέμενος, ἀντὶ δὲ τοῦ «αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται» τὸ «ἀνεξιχνίαστοι», ἀντὶ δὲ τοῦ «τὰ κρίματά σου ἄβυσσος πολλή» τὸ «ἀνεξ3.277 ερεύνητα τὰ κρίματά σου,» οὕτω καὶ παρ' αὐτῆς τῆς σοφίας τὴν περὶ ἑαυτῆς καὶ τοῦ πατρὸς ἔννοιαν καὶ τὴν πρὸς τάδε τὰ γενόμενα σχέσιν μαθών, ἐν τοῖς ἑαυτοῦ ἡμῖν τὴν περὶ πατρὸς καὶ υἱοῦ καὶ τῶν ἐκ πατρὸς δι' υἱοῦ γεγονότων παρίστησιν ἔννοιαν. τῆς γὰρ σοφίας εἰπούσης «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν» καὶ τὰ ἑξῆς, καὶ μεταβάσης εἰς τὸν δι' οὗ λόγον εἴρηκε γὰρ «δι' ἐμοῦ βασιλεῖς» καὶ τὸ «ἐὰν ἀναγγείλω ὑμῖν τὰ δι' ἐμοῦ, μνημονεύσω τὰ ἀπ' αἰῶνος ἀριθμῆσαι» καὶ εἰπούσης «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων γεννᾷ με», ἀντὶ μὲν τοῦ «ἀρχήν» ἔλαβεν ὁ ἀπόστολος τὸ «πρῶτος», ἀντὶ δὲ τοῦ «γεννᾷ με» τὸ «τόκος», ἀντὶ δὲ τοῦ ὅλου ὁμοῦ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ καὶ γεννᾷ με» τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσε» τὸ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα», ἀντὶ δὲ τοῦ «δι' ἐμοῦ τὰ ἀπ' αἰῶνος», τὸ «εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται». πάντων οὖν πρὸς λέξιν ἐξισαζόντων τῶν ἀποστολικῶν πρὸς τὰ παρὰ τῆς σοφίας, τουτέστι τοῦ τε «ἀρχήν» πρὸς τὸ «πρῶτος» καὶ τοῦ «γεννᾷ» πρὸς τὸ «τόκος», καὶ τοῦ «ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πρὸς τὸ «πρωτότοκος πάσης κτίσεως», ἀντὶ δὲ τοῦ «ἐθεμελίωσέ με» τὸ «ἐν αὐτῷ ἐκτίσθη», ἀντὶ δὲ τοῦ «δι' ἐμοῦ τὰ ἀπ' αἰῶνος» τὸ «πάντα δι' αὐτοῦ», φανερὸν ὅτι καὶ ἡ «εἰκὼν» οὐκ ἐν πάθει *,