294
ἔστι γὰρ πατὴρ πατήρ, ἔστιν υἱὸς υἱός, ἔστιν ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριὰς οὖσα, μία θεότης μία δοξολογία μία κυριότης εἷς θεός, ᾧ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰῶνας αἰώνων, ἀμήν. Ταύτην δὲ πάλιν τὴν αἵρεσιν ὡσπερεὶ λίβυν ἢ μόλουρον ἢ ἔλοπα ἢ ἕν τι τῶν ἑρπετῶν τῶν φοβερωτάτων, οὐ μὴν δὲ δυναμένων διὰ δηγμάτων βλάπτειν ἀποσεισάμενοι καὶ δυνάμει τῆς ἁγίας τριάδος καταπεπατηκότες, ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες αὐτὸν ἐπικαλεσώμεθα ἀρωγὸν τῆς ἡμετέρας πενίας τε καὶ βραχύτητος, ὅπως εἰς τὸ ἀξίως τὰ παρ' ἑκάστῃ λεγόμενά τε καὶ γινόμενα * καὶ τὴν τούτων ἀντίρρησιν ποιήσασθαι βοηθηθῶμεν. Κατὰ Ὠριγενιανῶν τῶν πρώτων τῶν καὶ αἰσχρῶν ˉμˉγ, τῆς δὲ ἀκολουθίας ˉξˉγ. 1. Ὠριγένιοί τινες καλοῦνται, οὐ πανταχοῦ δὲ τοῦτο τὸ γένος ὑπάρχει, καθεξῆς δὲ οἶμαι τούτων τῶν αἱρέσεων καὶ αὕτη ἡ δηλουμένη ἀνεφύη. καλοῦνται δὲ Ὠριγένιοι, οὐ πάνυ δὲ σαφῶς ἴσμεν τίνος ἕνεκα· εἰ ἀπὸ Ὠριγένους τοῦ Ἀδαμαντίου καλουμένου τοῦ συντάκτου ἢ ἄλλου τινὸς ἔλαχον τὸ εἶναι, ἀγνοῶ. ὅμως τοῦτο τὸ ὄνομα κατειλήφαμεν. Ἡ αἵρεσις δέ, ἣ παρ' αὐτοῖς νομιστεύεται, ὥσπερ ἀπεικαζομένη τῇ τοῦ Ἐπιφάνους τοῦ ἄνω μοι προδεδηλωμένου ἐν ταῖς κατὰ τοὺς Γνωστικοὺς αἱρέσεσι. γραφὰς δὲ οὗτοι ἀναγινώσκουσι διαφόρους καινῆς καὶ παλαιᾶς διαθήκης. ἀθετοῦσι δὲ γάμον καὶ οὐ παύεται ἀπ' αὐτῶν ἡ λαγνεία. τινὲς δὲ ἔφασαν αὐτὴν περὶ Ῥώμην καὶ Ἀφρι2.399 κὴν γεγενῆσθαι. μολύνουσι δὲ ἑαυτῶν τὸ σῶμα καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν ἐν ἀσελγείᾳ. οἱ μὲν γάρ εἰσι προσχήματι μοναζόντων, αἱ δὲ σὺν αὐτοῖς οὖσαι προσχήματι μοναζουσῶν. ἐφθαρμένοι δέ εἰσι τοῖς σώμασι, τὴν μὲν ἐπιθυμίαν αὐτῶν ἐκτελοῦντες, τῷ δὲ ἔργῳ κεχρημένοι ἵνα σεμνότερον εἴπω· τοῦ υἱοῦ τοῦ Ἰούδα τοῦ Αὐνᾶν καλουμένου. ὡς γὰρ ἐκεῖνος τῷ σώματι μὲν τῇ Θάμαρ συνήπτετο καὶ τὴν ἐπιθυμίαν ἐξετέλει, εἰς καταβολὴν δὲ σπέρματος κατὰ τὴν ὑπὸ θεοῦ δοθεῖσαν παιδοποιίαν οὐκ ἐτελεσιούργει, ἀλλὰ ἑαυτὸν ἠδίκει, ᾧ τρόπῳ αὐτὸς τὸ πονηρὸν εἰργάζετο, οὕτω καὶ οὗτοι κέχρηνται μὲν ταῖς νομιζομέναις *, τελοῦντες ταύτην τὴν ἀθέμιτον ἐργασίαν. πεφιλοτίμηται γὰρ παρ' αὐτοῖς οὐχ ἡ ἁγνεία, ἀλλ' ὑποκριτικὴ μὲν ἁγνεία τῷ ὀνόματι καλουμένη, φιλοτίμησις δὲ ἕως τοῦ μὴ ἐγκυμονῆσαι τὴν ὑπὸ τοῦ δοκοῦντος * ἐφθαρμένην γυναῖκα, ἢ κατὰ τὸ μὴ παραστῆσαι τεκνογονίαν ἐν τῷ κόσμῳ ἢ ἵνα μὴ φωραθῶσιν ὑπὸ ἀνθρώπων, βουλόμενοι ἐν τιμῇ εἶναι διὰ τὴν νομιζομένην παρ' αὐτοῖς τῆς ἁγνείας ἄσκησιν· ὅμως τοῦτο αὐτῶν ἐστι τὸ ἔργον, ἕτεροι δὲ αὐτὸ τοῦτο φιλοτιμοῦνται τὸ μυσαρὸν ἐπιτελεῖν οὐχὶ διὰ γυναικῶν, ἀλλὰ καὶ ἑτέροις τρόποις, ἰδίαις χερσὶ μολυνόμενοι. καὶ ὡσαύτως μιμοῦνται τὸν προειρημένον υἱὸν τοῦ Ἰούδα, τὴν γῆν ταῖς ἀθεμίτοις αὐτῶν ἐργασίαις καὶ μυσαραῖς σταγόσιν ἐπιμολύνοντες καὶ ποσὶν ἑαυτῶν τὰς ῥύσεις ἑαυτῶν ἀνατρίβοντες ἐν τῇ γῇ, ἵνα μὴ δῆθεν ἁρπαγῶσι τὰ αὐτῶν σπέρματα ὑπὸ ἀκαθάρτων πνευμάτων εἰς ὑποδοχὴν ἐγκυμονήσεως δαιμόνων. 2. Κέχρηνται δέ, ὡς ἔφην, διαφόροις γραφαῖς παλαιᾶς καὶ καινῆς διαθήκης καὶ ἀποκρύφοις τισί, μάλιστα ταῖς λεγομέναις Πράξεσιν Ἀνδρέου καὶ τῶν ἄλλων. ἤδη δὲ κἀκεῖνοι αὐτοὶ ἐκαυχήσαντο πολλάκις πεπαρρησιασμένως τοῦτο ἐπιτελεῖν. κατηγοροῦσι δὲ δῆθεν 2.400 τῶν ἐν τῇ ἐκκλησίᾳ τὰς ἀγαπητὰς λεγομένας συνεισάκτους γυναῖκας 2.400 κεκτημένων, ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, κρυφῆ δὲ διὰ τὴν τῶν ἀνθρώπων αἰδῶ, ἵνα * μὲν τῇ πονηρίᾳ συνάπτωνται, τῷ δὲ προσχήματι τῶν ἀνθρώπων ἕνεκα τὸ ὄνομα σεμνύνωνται. διελέχθησαν δὲ ἡμῖν καί τινες περί τινων προτελευτησάντων καὶ δῆθεν ὡς καὶ αὐτῶν τοῦτο ἐπιτελούντων, ὡς ἀπὸ τῶν βεβιασμένων ὑπ' αὐτῶν γυναικῶν ἀκηκοότες· ἐν οἷς καὶ ὄνομα ἐπισκόπου εἰς μέσον ἔφερον, ἐν πόλει μικρᾷ τῆς Παλαιστίνης τὸν τοῦ ἐπισκόπου κλῆρον ἐπὶ ἱκανοῖς ἔτεσι διοικήσαντος, ἐσχηκότος δὲ τοιαύτας γυναῖκας ἐξυπηρετουμένας αὐτῷ, φημὶ δὲ