3
τοὺς ὁρῶντας ἐφέλκηται· τὸ δὲ, ἵνα μὴ τὸν ποιήσαντα ἀφέντες οἱ θεωροῦντες αὐτῶν τὸ κάλλος καὶ τὸ 54.635 μέγεθος, ἀντ' ἐκείνου προσκυνήσωσι τὰ ὁρώμενα, τῆς ἐν αὐτοῖς ἀσθενείας δυναμένης τὴν τοιαύτην διορθῶσαι πλάνην. Καὶ πῶς φθαρτὴ πᾶσά ἐστιν ἡ κτίσις, καὶ πρὸς τὸ βέλτιον μεταστήσεται σχῆμα, καὶ πλείονος ἀπολαύσεται δόξης, καὶ πότε, καὶ διὰ τί, καὶ τίνος ἕνεκεν φθαρτὴ γέγονε, καὶ ταῦτα ἅπαντα πρὸς ὑμᾶς ἐφιλοσοφοῦμεν τότε, καὶ τοῦ Θεοῦ τὴν δύναμιν κἀντεῦθεν ἐδείκνυμεν, ὅτι ἐν φθαρτοῖς σώμασι τοσοῦτον εἰργάσατο κάλλος, ὅπερ καὶ ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, τὸ τῶν ἄστρων, τὸ τοῦ οὐρανοῦ, τὸ τοῦ ἡλίου. Καὶ γὰρ ὄντως ἔστι θαυμάσαι, πῶς ἐτῶν παρελθόντων τοσούτων, οὐδὲν ἔπαθον, οἷον τὰ ἡμέτερα σώματα, οὐδὲ τῷ γήρᾳ ἀσθενέστερα γέγονεν, οὐδὲ νόσῳ καὶ ἀῤῥωστίᾳ τινὶ κατεμαλακίσθη, ἀλλὰ τὴν οἰκείαν ἀκμὴν καὶ τὸ κάλλος, ὅπερ, ὡς ἔφθην εἰπὼν, ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, μένει διατηροῦντα, καὶ οὔτε τὸ ἡλιακὸν ἐξετρίβη φῶς, οὔτε τὸ τῶν ἄστρων ἄνθος ἀμαυρότερον γέγονεν, οὐχ ἡ τοῦ οὐρανοῦ φαιδρότης ἐξεῤῥύη, οὐχ οἱ τῆς θαλάττης ἐκινήθησαν ὅροι, οὐχ ἡ τῆς γῆς ἐσβέσθη δύναμις ἡ περὶ τοὺς τόκους τῶν ἐτησίων καρπῶν. Καὶ ὅτι μὲν φθαρτὰ ταῦτά ἐστι, καὶ ἀπὸ λογισμῶν. καὶ ἀπὸ τῶν θείων Γραφῶν ἀπεδείξαμεν· ὅτι δὲ καλὰ, καὶ φαιδρὰ, καὶ τὸ ἄνθος ἀκμάζον διετήρησεν, ἡ καθημερινὴ μαρτυρεῖ τῶν ὁρώντων ὄψις, ὃ δὴ μάλιστα ἔστι θαυμάσαι τοῦ ποιήσαντος οὕτως αὐτὰ ἐξ ἀρχῆς Θεοῦ. Ἐπειδὴ δὲ ταῦτα λεγόντων ἡμῶν τότε τινὲς ἀντέτεινον, λέγοντες· Οὐκοῦν πάντων τῶν ὁρωμένων ἀτιμότερον ὁ ἄνθρωπος, εἴγε οὐρανοῦ μὲν σῶμα, καὶ γῆς, καὶ ἡλίου, καὶ τὸ τῶν ἄστρων ἁπάντων πρὸς τοσοῦτον διήρκεσε χρόνον, οὗτος δὲ μετὰ ἑβδομήκοντα ἔτη διαλύεται, καὶ ἀπόλλυται· πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐχ ὁλόκληρον διαλύεται τὸ ζῶον, ἀλλὰ τὸ κυριώτερον αὐτοῦ καὶ ἀναγκαιότερον, ἡ ψυχὴ, μένει διηνεκῶς ἀθάνατος, οὐδενὶ τούτων εἴκουσα τῶν παθῶν, καὶ ἡ φθορὰ περὶ τὸ ἔλαττον γίνεται· δεύτερον ὅτι καὶ τούτῳ αὐτῷ τιμώμεθα μειζόνως. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ἄνευ αἰτίας τινὸς, ἀλλὰ καὶ δικαίως, καὶ ἐπὶ χρησίμῳ, καὶ γῆρας καὶ νόσους ὑπομένομεν· δικαίως μὲν, ὅτι πρὸς ἁμαρτίαν κατεπέσομεν· χρησίμως δὲ, ἵνα τὴν ἐκ τῆς ῥᾳθυμίας ἐγγινομένην ἡμῖν ἀπόνοιαν διὰ τῆς ἐνδείας ταύτης καὶ τῶν παθῶν διορθώσωμεν. Οὐ τοίνυν ἀτιμάζων ἡμᾶς ὁ Θεὸς τοῦτο γενέσθαι εἴασεν. Εἰ γὰρ ἠτίμαζεν, οὐκ ἂν τὴν ψυχὴν ἡμῖν ἀφῆκεν ἀθάνατον εἶναι. Ἀλλ' οὐδὲ ἀσθενῶν, τὸ σῶμα τὸ ἡμέτερον ἐποίησε τοιοῦτον. Εἰ γὰρ ἠσθένει, οὐκ ἂν τὸν οὐρανὸν, καὶ τοὺς ἀστέρας, καὶ τὸ σῶμα τῆς γῆς ἴσχυσε τοσοῦτον διακρατῆσαι χρόνον· ἀλλ' ὑπὲρ τοῦ βελτίους ποιῆσαι καὶ σωφρονεστέρους, καὶ αὐτῷ μᾶλλον καταπειθεῖς, ὅπερ ἁπάσης ἐστὶ σωτηρίας ὑπόθεσις. ∆ιὰ ταῦτα οὐρανὸν μὲν οὐκ ἐποίησεν οὔτε γήρᾳ ἁλίσκεσθαι τέως, οὔτε ἄλλαις τισὶ τοιαύταις ἀῤῥωστίαις. Ὁ γὰρ προαιρέσεως καὶ ψυχῆς ἀπεστερημένος οὔτε ἁμαρτεῖν, οὔτε κατορθῶσαι δύναιτ' ἄν· ὅθεν οὐδὲ διορθώσεως αὐτῷ χρεία τοιαύτης. Ἡμῖν δὲ τοῖς λόγῳ καὶ ψυχῇ τετιμημένοις ἀναγκαίως γέγονεν ἡ διὰ τῶν παθῶν τούτων ἐγγενομένη σωφροσύνη, καὶ ταπεινοφροσύνη, ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν πρὸ τῶν ἄλλων ἁπάντων εἰς ἀπόνοιαν ἀπεσκίρτησεν ὁ πρῶτος γενόμενος ἄνθρωπος. Ἄλλως δὲ, εἰ καθάπερ τὰ ἡμέτερα σώματα, οὕτω καὶ ὁ οὐρανὸς ἔμελλε κατασκευάζεσθαι καὶ γηρᾷν, πολλὴν ἂν πολλοὶ τοῦ 54.636 ποιοῦντος κατέγνωσαν ἀσθένειαν, ὡς οὐκ ἰσχύοντος ἓν σῶμα διακρατῆσαι ἐπὶ πολλὰς ἐτῶν περιόδους· νῦν δὲ αὐτοῖς καὶ αὕτη ἡ πρόφασις ἀνῄρηται, τῶν ἔργων ἐπὶ τοσοῦτον χρόνον μενόντων.
γʹ. Πρὸς δὲ τοῖς εἰρημένοις, οὐδὲ μέχρι τούτου στήσεται τὰ ἡμέτερα, ἀλλ' ἐπειδὰν τῷ παρόντι βίῳ σωφρονισθῶμεν καλῶς, μετὰ πλείονος ἀναστήσει δόξης τὰ σώματα, καὶ οὐρανοῦ, καὶ ἡλίου, καὶ τῶν ἄλλων ἁπάντων ἔσται λαμπρότερα, καὶ πρὸς τὴν ἄνω μεταστήσεται λῆξιν. Εἷς μὲν οὖν θεογνωσίας τρόπος, ὁ διὰ τῆς κτίσεως ἁπάσης· ἕτερος δὲ οὐκ ἐλάττων, ὁ τοῦ συνειδότος, ὃν καὶ τοῦτον ἅπαντα τότε διὰ