3
πανταχοῦ, καὶ κηρύττειν τὸ Εὐαγγέλιον· ἀλλὰ καὶ ἐξ ὑποστροφῆς ἐπαναλύοντας ἐπισκέπτεσθαι τοὺς προκατηχηθέντας τὸν λόγον παρεσκεύαζεν, ὡς ἐν τοῖς Πράξεσι τῶν ἀποστόλων εὑρήσεις. "Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιμπλαμένη." Ἔθος τῇ θείᾳ Γραφῇ, πάντας, τοὺς πλείονας καλεῖν· κατὸ τὸ, Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐχ οἱ δίκαιοι, οὐχ οἱ προφῆται ἐξέκλιναν. Θαυμάσαι οὖν ἕστι τοῦ ∆ημιουργοῦ τὴν σοφίαν, πῶς τῶν πλείστων ποταμῶν εἰς τὴν θάλασσαν εἰσρεόντων, αὕτη ἐπὶ τῶν οἰκείων ἵσταται ὅρων. Πρὸς δὲ διάνοιαν, χείμαῤῥοί εἰσιν οἱ ἀπόστολοι, κατὰ τὸ, Καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Θάλασσα δὲ νοεῖται ὁ παρὼν βίος· κατὰ τὸ, Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Οἱ οὖν εὐαγγελικοὶ καὶ οἱ ἀποστολικοὶ λόγοι καταγλυκαίνουσι 93.485 τοῦδε τοῦ βίου τὴν ἁλμυρότητα· ἀλλ' οὐκ ἐμπίπλαται ἡ νοηθεῖσα θάλασσα· οὐ γὰρ πάντων ἡ πίστις. Τροπικῶς δὲ διὰ τοῦ ὑποδείγματος αἰνίττεται τοὺς τὴν ἄπληστον φιλαργυρίαν νοσοῦντας ἀνθρώπους· τὸ γὰρ ἄπληστον τῆς αὐτῶν ἐπιθυμίας οὐ πληροῦται, κἂν δίκην χειμάῤῥων πανταχόθεν εἰς αὐτοὺς ὁ πλοῦτος συῤῥέῃ. "Εἰς τὸν τόπον, οὗ οἱ χείμαῤῥοι πορεύονται, ἐκεῖ αὐτὸν ἐπιστρέφουσι τοῦ πορευθῆναι." Ἄμως ὁ προφήτης φησὶν, Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ προσώπου τῆς γῆς. Ἔοικε οὖν φυσιολογεῖν ἐνταῦθα· ὅτι τὸ ὕδωρ τῆς θαλάσσης διὰ τῶν νεφῶν ἀνιμώμενον, καὶ εἰς γῆν προχεόμενον, ποιεῖ τοὺς χειμάῤῥους. Ἐκ θαλάσσης οὖν, φησὶ, τὴν γένεσιν ἐσχηκότες οἱ χείμαῤῥοι, πάλιν εἰς αὐτὴν πορεύονται. Πρὸς δὲ διάνοιαν, Εἰς τὸν τόπον ὅπου ἐπορεύθησαν οἱ ἀπόστολοι, ἐκεῖ παρεσκεύασαν τοὺς πιστεύσαντας ἐπιστρέφειν πρὸς Θεὸν, τοῦ πορευθῆναι τῷ φωτὶ Κυρίου. Ἄλλως· Οἱ ἐξ ἀρετῆς εἰς κακίαν καταπίπτοντες, χειμάῤῥων δίκην ἐξ ὑψηλοῦ τινος, ἐπὶ τὸ πρανὲς καὶ κοῖλον καὶ γεῶδες καταφέρονται· ἀλλὰ δύνανται καὶ ἐν τῷ τόπῳ τῆς κακίας γενόμενοι ἀνανῆψαι, καὶ μετανοῆσαι, καὶ δι' ἐπιστροφῆς πορευθῆναι πάλιν τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τὸν παράδεισον, ὅθεν ὁ πρῶτος ἄνθρωπος ἐκβέβληται. "Πάντες οἱ λόγοι ἔγκοποι, οὐ δυνήσεται ἀνὴρ τούτους λαλεῖν." Οἱ περὶ τῆς τῶν ὄντων ἀκριβοῦς γνώσεως λόγοι ἔγκοποι τυγχάνουσι, διὰ τὸ μὴ δύνασθαι μηδὲ τοὺς σφόδρα ἀνδρείους τῇ ψυχῇ, πᾶσαν τῆς γνώσεως ἔχειν τὴν κατάληψιν. Ἄλλως, Πάντες οἱ λόγοι, καὶ οἱ τῆς ἐξωτικῆς, καὶ οἱ τῆς θείας σοφίας, μετὰ κόπου τὴν διδασκαλίαν ἔχουσιν· ἀλλ' οἱ μὲν ἔξωθεν ὡς τὰ πολλὰ καὶ βλάβης αἴτιοι γίγνονται τοῖς πειθομένοις. Ὁ δὲ θεῖος λόγος ἀεὶ ὠφέλιμος· ὃν οὐδὲ δύναταί τις ἀξίως λαλεῖν, κἂν σφόδρα συνετὸς ᾖ, μὴ τὸ διδασκαλικὸν χάρισμα, καὶ τὸν τῆς σοφίας δεξάμενος λόγον. Ἄλλως· Κοπιῶσιν ἀεὶ οἱ διδάσκαλοι περὶ τὸν θεῖον λόγον, καὶ ὡς τὰ πολλὰ ἀναχαιτίζονται, κόπον μόνον κερδαίνοντες, διὰ τὸ τῶν ἀκροατῶν ῥᾴθυμον. Πλήττει οὖν ὁ λόγος τοὺς ἠμελημένως ἀκροωμένους. Ἄλλως· ∆εῖ πρῶτον ποιῆσαι, εἶτα διδάξαι. Κόπος οὖν ἐστι, καὶ οὐχ ὁ τυχὼν, ἀλλ' ἐπικίνδυνος, τὸ ἐκεῖνα διδάσκειν ἃ μὴ πρότερος αὐτὸς κατώρθωσας. ∆ιὰ τοῦτο καὶ ὁ τέλειος τὸ τοῦ πράγματος ὑφορώμενος μέγεθος ἀναχαιτίζεται τοῦ λαλεῖν. "Καὶ οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ πληρωθήσεται τὸ οὖς ἀπὸ ἀκροάσεως." Κατὰ μὲν τὴν φυσιολογίαν, οὔτε τὴν πᾶσαν αἰσθητὴν κτίσιν δύναται περιλαβεῖν ὀφθαλμὸς, οὔτε τοὺς περὶ αὐτῆς ἅπαντας λόγους ὑποδέξασθαι, ἐπεὶ μηδέ ἐστιν ἀνὴρ ὁ λαλῶν καὶ διδάσκων. Ἄλλως· Εὐόλισθος ὢν ὁ ὀφθαλμὸς ἀεὶ ἐπιθυμητικῶς καὶ ἀκορέστως ἔχει. Ἀλλὰ 93.488 καὶ οἱ τὴν ἀκοὴν κνηθόμενοι, πάντοτε μανθάνειν θέλουσι καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἔρχεσθαι· διὸ καὶ οἱ λόγοι κοπιῶσιν ἐπὶ τῷ σώφρονας ἐργάσασθαι τοὺς ὀφθαλμοὺς καὶ τὰς ἀκοὰς τῶν μανθανόντων. Ἄλλως· Κυριώταται καὶ βασιλίδες εἰσὶ τῶν αἰσθήσεων, καὶ λογικώτεραι, ἀκοὴ καὶ ὅρασις· αὗται τὴν ἑαυτῶν ἐνέργειαν ἀναγκαῖαν οὖσαν ἀκορέστως ἐκτελοῦσι. Γεῦσις δὲ, καὶ ὄσφρησις, καὶ ἁφὴ ταχύτερον κάμνουσι, καὶ κόρον δέχονται. "Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον. Καὶ τί τὸ