1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

7

Εὐαγγελίοις· Ἄρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμόν. Καὶ ἐντεῦθεν οὖν, φησὶ, πολλὴν ἔσχον τὴν εὐπορίαν. "Ἐποίησά μοι ᾄδοντας, καὶ ᾀδούσας, ἐν τρυφήματι υἱοῦ τοῦ ἀνθρώπου." Ἀλλ' οὐδὲ τοῦ θέλγειν, 93.497 φησὶ, διὰ τῶν ᾀσμάτων τὴν ἀκοὴν ἠμέλησα· ἐντρυφῶσι γὰρ καὶ διὰ τούτων οὐχ υἱοὶ τοῦ Θεοῦ, ἀλλ' υἱοὶ τοῦ ἀνθρώπου. Οἰνοχόους, καὶ οἰνοχόας." Ἢ ἵνα διὰ τῆς τῶν προπινόντων ἐξαλλαγῆς τὴν ὄρεξιν ὑπερερεθίσῃ, ἢ καὶ ὡς σφόδρα ἁβρὸς, καὶ φιλογύνου διαγράφων πρόσωπον. "Καὶ ἐμεγαλύνθην, καὶ προστέθηκα παρὰ πάντας οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καί γε σοφία ἐστάθη μοι." Οὕτως δὲ, φησὶν, ὑψωθεὶς, οὐδὲ περὶ ὧν ἐβουλευσάμην, καὶ ἐσοφισάμην, ἠστόχησα. "Καὶ πᾶν ὃ ᾔτησαν ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ' αὐτῶν· οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης." Ὥστε, φησὶν, πᾶσαν τῶν ὁφθαλμῶν τὴν ἐπιθυμίαν, καὶ τῆς ψυχῆς τὴν ὄρεξιν τὴν περὶ τὴν ἡδονὴν, ἣν δὴ καὶ εὐφροσύνην καλεῖ, εἰς πέρας ἤγαγον. "Ὅτι καρδία μου εὐφράνθη ἐν παντὶ μόχθῳ μου." Παρὰ τῶν προειρημένων, φησὶ, μόχθων ταύτην εὕρισκον μερίδα καὶ κλῆρον, τὸ τῆς ἐξ αὐτῶν ἐπιτυγχάνειν ἀπολαύσεως. "Καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσι τοῖς ποιήμασί μου, οἷς ἐποίησαν αἱ χεῖρές μου· καὶ ἐν μόχθῳ ᾧ ἐμόχθησα τοῦ ποιεῖν· καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος." Ταῦτα, φησὶ, πάντα καταπραξάμενος διὰ τῶν δραστικῶν μου καὶ ποιητικῶν δυνάμεων, εὗρον ὅτι πάντα ἀνθρώπινα ἐπιτηδεύματα ματαιότης εἰσὶ, καὶ οὐδὲν περισσόν ἐστι τοῖς περὶ τὰ βλεπόμενα καὶ ὑπὸ τὸν ἥλιον ὄντα ἐνταλαιπωροῦσι, διὰ τὸ πάντας τὸν κοινὸν ὑφίστασθαι θάνατον, πλουσίους τε ἅμα καὶ πένητας. Οἱ γὰρ διὰ τὰ ὑπὲρ τὸν ἥλιον πονοῦντες, καὶ ὑπερπηδήσαντες τὰ ὁρώμενα, ἔχουσί τι περισσὸν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, φήσαντος· Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν· οἷον δὴ τοῦτο, ἐκτὸς γενέσθαι κολάσεως, καὶ ἐν ἀπολαύσει τῶν ἐπηγγελμένων ἀγαθῶν. Σημείωσαι δὲ πάλιν, ὅτι τὸ σπουδάζειν περὶ τὰ μάταια, καὶ ἡδοναῖς σχολάζειν, οὐ φορᾶς ἀλόγου τύχης, οὐδὲ εἱμαρμένης ἀνάγκη, ἀλλὰ τῆς ἡμῶν προαιρέσεως, καὶ τοῦ ἐν ἡμῖν αὐτεξουσίου κινήματα τυγχάνουσι. "Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοφίαν, καὶ περιφορὰν, καὶ ἀφροσύνην, ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς, ὅσα ἐποίησεν αὕτη;" Γυμνώσας τὸ τοῦ πολυκτήμονος καὶ περὶ τὰ γήϊνα στρεφομένου πρόσωπον, ἐπιστρέφει ἐπὶ τὴν σοφίαν, καὶ δοκιμάζει παράλληλα θεὶς τήν τε σοφίαν καὶ τὴν ἀφροσύνην, ἣν δὴ καὶ περιφορὰν καλεῖ, ἢ διὰ τὸ συμπεριφέρεσθαι παντὶ ἀνέμῳ· ἢ παραφοράν τινα οὖσαν, τουτέστι μανίαν. Καί φησιν, Ζητήσωμεν εἰ ὅλως δύναται ὁ αἱρούμενος τὴν ἀφροσύνην, πληρῶσαι τὰ θελήματα ἑαυτοῦ· τοῦτο γὰρ σημαίνει τὸ, ἐπελεύσεται ὀπίσω τῆς βουλῆς. Εἶτα εὑρίσκει ὅτι σπανίως τις ἐπιτυγχάνει τούτου. ∆ιὸ τέθηκε τὸ, Τίς 93.500 σπάνιος. Οὕτε γὰρ ὁ θέλων πλουτῆσαι, πάντως πλουτεῖ· οὔτε ὁ δόξης ἐρῶν, πάντως ἐπιτυγχάνει· καὶ ἐπὶ τῶν ἄλλων ὀμοίως· ὁ δὲ τῆς σοφίας ἐρῶν ὁδηγούμενος ὑπὸ Θεοῦ, πάντως ἐπελεύσεται ὀπίσω τῆς βουλῆς, τουτέστι, εὑρίσκει τὸ σπουδαζόμενον. Ἄλλως· Ἐκπληττόμενος, φησὶν, ὅτι Τίς ἄρα ἐστὶν ὁ δυνάμενος ὑποστρέφειν ἀεὶ ἐκ τῶν ἰδίων θελημάτων, καὶ ἐπισκέπτεσθαι τὴν τῆς προθέσεως ὁρμὴν, ἵνα δυνηθῇ διακρῖναι εἰ ἐν σοφίᾳ πράττει, ἢ ἀφροσύνῃ; Ἄλλως, Ἔξω γεγονὼς, φησὶ, τῶν σωμάτων, καὶ θεωρήσας διὰ τῆς σοφίας, ὅτι μετὰ τὴν τοῦ βίου τελευτὴν οὐδεὶς δύναται ὑποστρέφειν ἐν τῷδε τῷ βίῳ, καὶ πάλιν ἐν ἀπολαύσει γίνεσθαι, ὧν κατὰ πρόθεσιν ἐν αὐτῷ εἰργάσατο (τὸ γὰρ, τίς, πολλάκις ἀντὶ τοῦ, οὐδεὶς, κεῖται), προέκρινα τὴν σοφίαν τῆς ἀφροσύνης. "Καὶ εἶδον ἐγὼ ὅτι περισσεία ἑστὶ τῇ σοφίᾳ ὑπὲρ τὴν ἀφροσύνην, ὡς περισσεία τοῦ φωτὸς ὑπὲρ τὸ σκότος." Τὸ σκότος κατὰ στέρησιν γίνεται τοῦ φωτός· ὥστε τὸ μὲν ἐν ὑπάρξει εἶναι τὸ φῶς, τὸ δὲ ἀνύπαρκτον τὸ σκότος. Οὕτως οὖν, φησὶν, ἐστὶ καὶ ἐπὶ τῆς σοφίας, καὶ ἐπὶ τῆς ἀφροσύνης· τὰ μὲν γὰρ τῆς ἀφροσύνης ἔργα παρέρχονται, κόλασιν διηνεκῆ προξενήσαντα τοῖς αὐτὰ μετελθοῦσι· τὰ δὲ τῆς σοφίας μένει διηνεκῆ, τοὺς τῆς