1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

33

προγνώσεως Θεοῦ λόγοις ἐκ παλαιοῦ ἐγνωρίζετο εἶναι ἁμαρτωλός. 93.581 "Ὅτι καί γε γινώσκω ἐγὼ ὅτι ἔσται ἀγαθὸν τοῖς φοβουμένοις τὸν Θεὸν, ὅπως φοβῶνται ἀπὸ προσώπου αὐτοῦ. Καὶ ἀγαθὸν οὐκ ἔσται τῷ ἀσεβεῖ, καὶ οὐ μακρυνεῖ ἐν σκιᾷ, ὃς οὐκ ἔστι φοβούμενος ἀπὸ προσώπου τοῦ Θεοῦ." Μετὰ τὸ διελέγξαι τὴν ἐν κόσμῳ ματαιότητα, τὸν ἁγνοποιὸν τοῦ Θεοῦ τοῖς ἐκκλησιαζομένοις παραδίδωσι φόβον. Ὃς τοῖς εὐσεβέσιν ὡς ἐν προσώπῳ τοῦ Θεοῦ διάγουσι, καὶ πᾶσαν ἑαυτῶν πρᾶξιν καὶ διανόημα φυλάττουσιν ὡς ὁρῶντος Θεοῦ, πάντων τῶν ἀγαθῶν αἴτιος γίνεται· τῷ δὲ ἀσεβεῖ οὐκ ἔστι ἀγαθόν. Τὸ δὲ, οὐ μακρυνεῖ ἡμέραν ἐν σκιᾷ, ἀντὶ τοῦ, ἐπειδὴ ἐνόμισε τὸν ἐν τῷδε τῷ βίῳ χρόνον, κἂν πολὺς ᾖ, μὴ σκιὰν εἶναι, ἀλλὰ τῶν μὴ ἑστώτων καὶ προσκαίρων ὡς ἀεὶ μενόντων ἀντέσχετο ὁ ἁμαρτωλός. Ἢ οὕτως· Κἂν ἐν τῷ βίῳ τῷδε διὰ τὴν ἀνοχὴν τοῦ Θεοῦ σκεπασθῇ ὁ ἁμαρτωλὸς, καὶ μὴ τιμωρηθῇ, ἀλλὰ μικρὸν ὕστερον τῇ αἰωνίῳ κολάσει παραδοθήσεται. "Ἔστι ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς, ὅτι εἰσὶ δίκαιοι, ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀδίκων· εἶπον ὅτι καί γε τοῦτο ματαιότης." Νῦν τὸ τοῦ σφαλλομένου πρόσωπον εἰσάγων ὁ Ἐκκλησιαστής φησιν, ὅτι Εἶδον ἐν τῷ βίῳ τὰ τοῖς ἀσεβέσιν ἐποφειλόμενα τοὺς δικαίους κατειληφότα, οἷον νόσον, ἢ πενίαν, ἤ τινα ἑτέραν ὀδυνηρὰν ἐπαγωγήν· καὶ τὸ ἔμπαλιν, ἃ τοῖς εὐσεβέσιν ὠφείλετο, τοῖς ἀσεβοῦσι συμβεβηκότα. ∆ιὸ ὡς ὀλίγωρος ὁ τοιοῦτός φησι, καί γε τοῦτο ματαιότης. Ὁ δὲ σοφὸς τὰς τῶν πραγμάτων ἐκβάσεις θεωρῶν, καὶ τὰς ἑκάστου ἀνταποδόσεις, οἶδε ὡς οὐκ εἰκῆ ταῦτα συγχωρεῖ γενέσθαι Θεός. Ἀλλ' ἵνα οἱ μὲν δίκαιοι μειζόνων στεφάνων τύχωσιν· οἱ δὲ ἀσεβεῖς ἐπιτεταμένως σχῶσι τὰς τιμωρίας. Πάλιν δὲ τὴν ματαιότητα ἐπὶ τῆς γῆς εἶπε· οὐδὲν γὰρ ἐν οὐρανῷ μάταιον. "Καὶ ἐπῄνεσα ἐγὼ σὺν τῇ εὐφροσύνῃ, ὅτι οὐκ ἔστιν ἀγαθὸν τῷ ἀνθρώπῳ ὑπὸ τὸν ἥλιον, ὅτι εἰ μὴ τοῦ φαγεῖν, καὶ τοῦ πιεῖν, καὶ τοῦ εὐφρανθῆναι, καὶ αὐτὸ συμπροσέσεται αὐτῷ ἐν μόχθῳ αὐτοῦ, ἡμέρας ζωῆς αὐτοῦ, ἃς ἔδωκε αὐτῷ ὁ Θεὸς ὑπὸ τὸν ἥλιον· ἐν οἷς ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι σοφίαν, καὶ τοῦ ἰδεῖν περισπασμὸν τὸν πεποιημένον ἐπὶ τῆς γῆς· ὅτι καὶ ἐν ἡμέρᾳ, καὶ νυκτὶ ὕπνον ἐν ὀφθαλμοῖς αὐτοῦ οὐκ ἔστι βλέπων." Εἰ μὲν ἔτι τὸ τοῦ φιλοκόσμου πρόσωπον φθέγγεται, ἐν τῇ τῶν αἰσθητῶν ἡδονῇ τὴν πᾶσαν εὐφροσύνην ὁρίζεται· εἰ δὲ τηλικαῦτά τις ὦτα κέκτηται, ὡς ἀκούειν λαλοῦντος τοῦ σοφοῦ Ἐκκλησιαστοῦ, οἶδε τίς ἡ ἀληθινὴ βρῶσις καὶ πόσις· καὶ ὅτι τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος ἔτι ὄντες ὑπὸ τὸν ἥλιον ἐν τῷ βίῳ τούτῳ εἰλήφαμεν. Ἀπὸ δὲ τοῦ," Ἐν ὅσῳ δέδωκα τὴν καρδίαν μου τοῦ γνῶναι τὴν σοφίαν," οἶδε ὁ Σοφὸς ὀξυωπεστάτῳ τῆς διανοίας θεωρήσας τῷ ὄμματι, ὅτι οὐδείς ἐστι ἀπερίσπαστος, καὶ ὅτι οὐκ ἔστι ὁ βλέπων ὕπνον· ἀλλ' ὁ 93.584 μὲν ἐπαινετῶς περισπᾶται περὶ τὰ θεῖα ἐνασχολούμενος· ὁ δὲ ψεκτῶς, περὶ τὰ ἀνθρώπινα μοχθῶν. Καὶ ὁ μὲν δίκαιος οὐ δίδωσι τοῖς ὀφθαλμοῖς ὕπνον, οὐδὲ τοῖς βλεφάροις νυσταγμὸν, ἀλλὰ γρηγορεῖ ὡς ἡμέρα ἐστὶ, καὶ οὐκ ἐκπίπτει εἰς τὸ τῆς ἀγνοίας σκότος· οὕτε ἐν ἡμέρᾳ, τουτέστι ἐν καιρῷ εὐθηνίας· οὔτε ἐν νυκτὶ, τουτέστι ἐν καιρῷ πειρασμῶν. Ὁ δὲ ἄδικος τὰς νύκτας ταῖς ἡμέραις συνάπτων, ἡδὺν ὕπνον οὐ κοιμᾶται, φροντίζων ἢ ὅπως κτήσηται τὰ ὧν ἐπιθυμεῖ, ἢ δεδοικὼς τῶν ἤδη κτηθέντων τὴν ἀφαίρεσιν. "Καὶ εἶδον σύμπαντα τὰ ποιήματα τοῦ Θεοῦ, ὅτι οὐ δυνήσεται ἄνθρωπος τοῦ εὑρεῖν σὺν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἐὰν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει· καί γε ὅσα ἂν εἴπῃ ὁ σοφὸς τοῦ γνῶναι, οὐ δυνήσεται τοῦ εὑρεῖν." Ἡ τοῦ Θεοῦ γνῶσις, καθ' ἣν τὰ πάντα γέγονε, αὐτῷ μόνῳ τυγχάνει περιληπτή. Ἡμεῖς δὲ κἄν τι γράφωμεν καὶ γνῶμεν, ἐκ μέρους γινώσκομεν, ὑπὸ τῆς αὐτοῦ χάριτος σοφιζόμενοι. Οὐδεὶς οὖν σοφὸς οὔτε τῶν ἔξωθεν, οὔτε τῶν ἐν τῇ ἀληθινῇ σοφίᾳ ἀρξαμένων προκόπτειν, οὔτε τῶν κατὰ ἀνθρώπους ἐφικτῶν, τελείως δύναται παντὸς τοῦ ποιήματος τὴν γνῶσιν ἔχειν· οὔτε γὰρ τὰς οὐσίας, οὔτε τὰ μέτρα, οὐρανοῦ τυχὸν, ἢ γῆς, ἢ θαλάττης, ἢ πῶς πεπήγασιν, ἢ ἐπὶ τίνων ἵστανται, εὑρεῖν