1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

13

τὰ μέσα ἀδιάφορα καλὰ, ἐν καιρῷ μέν τοι πραττόμενα, καὶ διὰ τὴν ἀναγκαίαν χρείαν, ὡς τὸ γεωργεῖν, τὸ πλουτεῖν, τὸ ἐσθίειν καὶ πίνειν· τῆς μέν τοι τοῦ ἀγαθοῦ πράξεως ἀεὶ καιρὸς, ὡς καὶ τῆς τοῦ κακοῦ ἀποχῆς. Ἄλλως· Καιρὸν τὴν κατὰ τὸ δέον καὶ κατὰ φύσιν χρῆσιν λέγει. Φησὶ οὖν ὁ Ἐκκλησιαστὴς, ὅτι θεωρήσας τὸν ἄνθρωπον πῶς περιεσπάσθη, καὶ περιετράπη ἐκ τῶν κατὰ φύσιν ἐπὶ τὰ παρὰ φύσιν, σοφῶς κατανενοηκὼς, εἶδον ὅτι οὐδὲν τῇ φύσει κακὸν, ἀλλὰ πάντα καλὰ κατὰ φύσιν κινούμενα καὶ γιγνόμενα. Ὀφθαλμοὶ καλοὶ ὀρθὰ βλέποντες, περισπασθέντες δὲ καὶ περιτραπέντες τῆς φυσικῆς ἐνεργείας περιέργως ὁρῶντες, οὐκέτι καλοὶ τυγχάνουσι. Πάντα οὖν καλὰ ἐν καιρῷ αὐτῶν, τουτέστι εἰ κατὰ φύσιν καὶ κατὰ τὸ δέον γίγνοιτο. "Καί γε σὺν τὸν αἰῶνα ἔδωκε ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕροι ὁ ἄνθρωπος τὸ ποίημα ὃ ἐποίησεν ὁ Θεὸς ἀπ' ἀρχῆς, καὶ μέχρι τέλους." [Τὸ σύν ἰδίωμα Ἑβραϊκὸν, παρεῤῥιμμένως κείμενον ἐν τῇ Ἑβραϊκῇ φωνῇ. Ὁ δὲ νοῦς οὗτος·] Συνεχώρησεν ὁ Θεὸς περισπᾶσθαι τοὺς τὰ ἀνθρώπινα φρονοῦντας, ἵνα μὴ ἀθρόως τῷ ποιήματι προσεσχηκότες, καὶ εἰς ἔννοιαν τῆς καλλονῆς τῶν γεγονότων ἐλθόντες, Θεὸν ἢ θεοὺς εἶναι τὰ ὁρώμενα νομίσωσι. Πλὴν οὐκ ἀνεπικουρήτους εἴασεν τοὺς περισπωμένους· ἀλλὰ δέδωκε τῇ φύσει κοινὸν μάθημα τὸ τοῦ θανάτου, ἵνα εἰδότες ὅτι οὐ διαιωνίζομεν ἐν τούτῳ τῷ αἰῶνι, ἀνανήψαντες φροντίσωμεν τῆς μετὰ ταῦτα ζωῆς. Ἄλλως· Ὁ αἰὼν, διαστήματος χρονικοῦ σημαντικὸς ὢν, συμπεριλαμβάνει πάντα τὰ ἐν αὐτῷ γεγονότα. Τοῦ αἰῶνος οὖν, φησὶ, τοῦ παρόντος δέδωκεν ὁ Θεὸς τὴν γνῶσιν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὅτι τε ἀπὸ χρόνου ἤρξατο οὐρανὸς, καὶ γῆ, καὶ τὰ ὁρώμενα· καὶ ὅτι χρόνῳ λύεται. Τῶν μέν τοι γεγονότων πρὸ τούτου τοῦ αἰῶνος, ἢ τῶν μετὰ ταῦτα ἐσομένων σαφῆ τὴν γνῶσιν οὐκ εἰλήφαμεν· ἐφ' ᾧ καὶ ἀκούομεν παρ' ἑτέρας Γραφῆς, 93.517 Ὑψηλότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα. "Ἔγνων ὅτι οὐκ ἔστι ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι, καὶ τοῦ ποιῆσαι ἀγαθὸν ἐν ζωῇ αὐτοῦ." Ὁ σοφὸς οἶδε τὸ φύσει ἀγαθόν. Φύσει δὲ ἀγαθὸν μόνος ὁ Θεὸς, ὁ πάντα ποιῶν ἀγαθότητι. Ὁ κατὰ τὸ ἐφικτὸν οὖν ἀγαθοποιῶν, καὶ τὴν πρὸς Θεὸν καὶ τὸν πλησίον σώζων ἀγάπην, οὗτος εὐφραίνεται τὴν ἀνεκλάλητον εὐφροσύνην. Ἔγνων οὖν, φησι, ὅτι οὐδέν ἐστι ἀγαθὸν ἐν βίῳ, εἰ μὴ αὐτὸ τὸ ποιεῖν τὸ ἀγαθὸν, καὶ ἐν τῇ τοῦ ἀγαθοῦ πράξει εὐφραίνεσθαι. "Καί γε πᾶς ἄνθρωπος ὃς φάγεται καὶ πίεται, καὶ ἴδῃ ἀγαθὸν ἐν παντὶ μόχθῳ αὐτοῦ, τοῦτο δόμα Θεοῦ ἔστι." Ὁ μὲν σοφὸς ἔγνω τί τὸ ὄντως ἀγαθόν· ὁ δὲ πᾶς ἄνθρωπος, τουτέστι ὁ πολὺς καὶ χυδαῖος ἄνθρωπος ἀποσφαλεὶς τῆς τοῦ ἀληθῶς ἀγαθοῦ γνώσεως, ἐν τῇ ἡδονῇ τὸ ἀγαθὸν ὁριζόμενος, τὸ ἐσθίειν καὶ πίνειν ἀγαθὸν ὑπολαμβάνει. Καὶ ὅτι μὲν ἡ τῶν αἰσθητῶν ἡ χορηγία ἐκ Θεοῦ τοῖς ἀνθρώποις δίδοται, πρόδηλον· οὐ μέν τοι ἵνα καταχρώμεθα τοῖς ὑπὸ Θεοῦ χορηγουμένοις, ἀλλ' ἵνα κοινωνικοὶ ὦμεν, καὶ εὐμετάδοτοι συμμέτρως, καὶ μετ' εὐχαριστίας τῶν ὑπὸ Θεοῦ δεδομένων μεταλαμβάνοντες. Ἔπλεξε τοιγαροῦν τὰ πρόσωπα τοῦ τε σοφοῦ, καὶ τοῦ κυρίως εἰδότος ἀγαθὸν, καὶ τοῦ πεπλανημένως τὴν τοῦ ἀγαθοῦ γνῶσιν ἔχοντος. "Ἔγνων ὅτι πάντα ὅσα ἐποίησεν ὁ Θεὸς αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτοῦ οὐκ ἔστιν ἀφελεῖν, καὶ ὁ Θεὸς ἐποίησεν αὐτὰ, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ." Τῶν ὄντων τὰ μέν εἰσιν ὁρατὰ, τὰ δὲ ἀόρατα. Ὁ δὲ λόγος νῦν περὶ τῶν ὁρατῶν· τούτων δὲ τὰ μὲν ἀεὶ τὰ αὐτὰ εἰσὶν, ὡς γῆ, καὶ οὐρανὸς, καὶ ἥλιος, καὶ σελήνη· τὰ δὲ ταῖς διαδοχαῖς τὰ αὐτὰ μένουσιν, ὡς ἄνθρωπος, καὶ φυτὰ, καὶ τὰ ὅμοια. Ἔγνων οὖν, φησὶν, ὅτι οὐδέν ἐστι προσθεῖναι τῇ τοῦ Θεοῦ διακοσμήσει τελείως ἐχούσῃ, καὶ ἀνελλιπῶς· ἀλλ' οὐδὲ ἀφελεῖν τι τῶν ἁπάντων ὡς περιττόν. Οἱ δὲ τῇ τῶν γεγονότων θεωρίᾳ ἐπιβάλλοντες, καὶ τὸν λόγον ἑκάστου κατὰ τὸ δυνατὸν εὑρίσκοντες, φόβῳ θείῳ συνέχονται, καὶ εἰς ἔκπληξιν χωροῦσι τοῦ γενεσιουργοῦ τὴν σοφίαν ἀποθαυμάζοντες. Ἀπόκειται τοιγαροῦν φυσικῶς ἐν ταῖς κοιναῖς ἐννοίαις Θεοῦ φόβος, ἢ νόμος ἀπὸ τῆς τῶν γεγονότων