1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

47

ἀληθοῦς θεοσεβείας ἐκτιθῆται λόγον, κἂν ἐν πολλῷ τῷ χρόνῳ διαλέγηται, ὡς ὁ ἱερὸς ἀπόστολος ἐν τῇ σχολῇ τυράννου ἐπὶ τρεῖς νύκτας ἐδίδασκε τὰ περὶ τοῦ Κυρίου· οὗτος οὔτε πολλὰ λέγει, οὔτε ὀχληρός 93.625 ἐστι, ἀλλὰ καὶ ἀκόρεστος τοῖς ἀκούουσιν. Οὕτω καὶ τὰ τῶν θείων Γραφῶν βιβλία πολύστιχα τυγχάνοντα, οὐ πολλὰ λέγονται, ἀλλὰ νόμος Κυρίου· ἐπειδὴ εἷς ἀμφοτέρων τῶν ∆ιαθηκῶν ὁ νομοθέτης, καὶ πρὸς ἕνα σκοπὸν ἅπαντα βλέπουσιν, ὡς καὶ αὐτὸς ἡμῶν ὁ Κύριος ἐδίδαξε, ὁ μέγας Ἐκκλησιαστὴς, ἡ σοφία τοῦ Πατρὸς, Ἀγαπήσεις, λέγουσα, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν. Ἐν γὰρ ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος, καὶ οἱ προφῆται κρέμανται. Ὁρᾷς ἐν ἑνὶ λόγῳ τὰ πολυεπῆ βιβλία συγκεφαλαιούμενα, καὶ διὰ τοῦτο μὴ ὄντα πολλά; Ποῖα τοιγαροῦν ὁ Ἐκκλησιαστὴς ἀποτρέπει βιβλία ποιεῖν; Τὰ τῶν Ἑλλήνων, τῶν τὰς ἀλλήλων ἀνατρεπόντων δόξας, καὶ ἀκήρυκτον πρὸς ἑαυτοὺς ἐχόντων πόλεμον· τὰ τῶν αἱρετικῶν, τῶν ἀλλήλοις ἀντιμαχομένων· τὰς τῶν Ἰουδαίων δευτερώσεις τὰς ἀπεράντους καὶ μυθικάς. Ἑρμηνεύειν γὰρ σχηματιζόμενοι τὰς Γραφὰς, εἰς μύθους καὶ γενεαλογίας ἐξετράπησαν, καὶ παραδόσεις τινὰς οὐ κατὰ τὸ τοῦ νομοθέτου βούλημα. Ἡ ἐν τοῖς τοιούτοις βιβλίοις πολλὴ μελέτη κόπωσίς ἐστι σαρκὸς, μόνον τὸ σῶμα ταλαιπωροῦσα, καὶ καρπὸν μηδένα φέρουσα. Ἡ δὲ περὶ τὰ θεῖα βιβλία μελέτη περὶ ἣν ἡμᾶς ἐνασχολεῖσθαι ἡμέρας καὶ νυκτὸς ὁ ἅγιος [∆αυῒδ] ἐγκελεύεται λέγων· Καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετῆσαι ἡμέρας καὶ νυκτός· οὐ κόπωσις ὑπάρχει σαρκὸς, ἀλλὰ ψυχῆς ἀγαλλίασις. Κἂν γὰρ ἐν ἱδρῶσι καὶ δάκρυσι σπείρωμεν, φιλοπονοῦντες περὶ τὸ καλὸν, ἐν ἀγαλλιάσει θερίσομεν τὸν εὐκλέα τῆς ἀρετῆς καρπόν. Ἀγαθῶν γὰρ πόνων εὐκλεὴς ὁ καρπός. Υἱὸν δὲ ἑαυτοῦ τὸν νουθετούμενον ὁ Ἐκκλησιαστὴς καλεῖ· διὸ προσήκει τὸ πατρικὸν ἡμᾶς φυλάττειν ἀξίωμα, μὴ παραβαίνοντας τὰς πατρικὰς ἐντολάς. Τὸ δὲ, Οὐκ ἔστι περασμὸς, ἀντὶ τοῦ, πέρας τῶν πόνων περὶ τὰ μάταια· ἢ ὅτι τινὰ ἐξ αὐτῶν καρπὸν οὐκ ἔστιν εὑρεῖν· ἢ ὅτι ἀναρίθμητοι αἱ μυριάδες τῶν ἐν τῷ κόσμῳ φερομένων βιβλίων τυγχάνουσιν. "Τέλος λόγου τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς ἐν κρίσει, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν καὶ ἐὰν πονηρόν." Ἐγὼ δέ σοι, φησὶ, κεφαλαιώδη καὶ ἐπιτομωτάτην σωτηρίας ὁδὸν ὑποδείκνυμι· Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε· φόβον οὐ τὸν εἰσαγωγικὸν καὶ ἐμπαθῆ διὰ τὰς κολάσεις, ἀλλὰ τὸν ἁγνὸν καὶ ἁγνοποιὸν, τὸν διὰ τὴν στοργὴν τοῦ προστάξαντος πατρὸς ὀφειλόμενον. Εἰ μὲν γὰρ διὰ τὸ δέος τῆς κολάσεως μὴ πορνεύσωμεν, εὔδηλον ὡς εἰ μὴ προέκειτο τὰ τῆς τιμωρίας, ἐπορνεύσαμεν ἂν, πορνικὴν ἔχοντες προαίρεσιν. Καὶ οὕτως ἐφ' ἑκάστου τῶν ἀπηγορευμένων νόει. Ἐὰν δὲ μὴ διὰ τὴν ἀπειλὴν τῆς κολάσεως, ἀλλ' αὐτὰ μισήσαντες τὰ φαῦλα, 93.628 τούτων ἀποσχώμεθα, φιλίᾳ τῇ πρὸς τὸν τοῦτο νομοθετήσαντα, ἐργαζόμεθα τὰς ἐντολὰς, καὶ φοβούμεθα μὴ παραῤῥυῶμεν. Ἐν γὰρ τῷ φοβεῖσθαι τὸ ἐργάζεσθαι, καὶ ἐν τῷ ἐργάζεσθαι τὸ φοβεῖσθαι μή τι τῶν ἐντεταγμένων παρίδωμεν. Οὗτος ὁ φόβος ἁγνὸς τυγχάνει δι' αὐτὸ τὸ καλὸν γινόμενος, καὶ ἀφανίζει τὰς ἡμετέρας ψυχὰς, ἰσοδύναμος ὢν τῇ ἀγάπῃ. Ὁ δὲ τοῦτον ἔχων τὸν φόβον, καὶ τὰς ἐντολὰς φυλάσσων, οὗτός ἐστι σοφὸς πᾶς ἄνθρωπος, ἀντὶ τοῦ, ὁ τέλειος καὶ ἀνελλιπής. Ταῦτα δὲ, φησὶ, ποίει ἀσφαλῶς, ἐπιστάμενος ὅτι πᾶν τὸ λογικὸν ποίημα, τὸ καὶ αὐτεξουσίῳ προαιρέσει τετιμημένον, ἄξει ὁ Θεὸς εἰς κρίσιν, λόγους ἡμᾶς ἀπαιτῶν τῶν πεπραγμένων, ἢ καὶ παρεωραμένων, ἐάν τε ἀγαθῶν, ἐάν τε πονηρῶν. Παρεωραμένα δέ εἰσι πολλάκις μὲν καὶ τὰ ἑκούσια, πολλάκις δὲ καὶ τὰ ἀκούσια. Ἔσθ' ὅτε δυνάμενος εὖ ποιῆσαι, παρορῶ καὶ ὑπερτίθεμαι· καίτοι γε ἐν εἰδήσει τοῦ καλοῦ τοῦτο ἑκούσιον παρόραμα· εἰ δυνάμενος εὖ ποιῆσαι, κατὰ ἄγνοιαν οὐκ ἐποίησα, τοῦτο ἀκούσιον. Ἔσθ' ὅτε καὶ ἄκοντες εὖ ποιοῦμεν, πολλάκις δὲ καὶ ἑκόντες, καὶ πάλιν ἐκ τῶν ἐναντίων· ἔσθ' ὅτε φαῦλόν τι ἐργαζόμεθα ἐν συνειδήσει, ἀθετοῦντες