1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

41

ἐλεημοσύνην ἐσήμανε. Φησὶν οὖν, ὅτι Μετὰ δακρύων, τουτέστι μετὰ ἐλεημονικῆς καὶ συμπαθοῦς διαθέσεως ποίει τὴν ἐλεημοσύνην· αὕτη γάρ σοι καὶ συνδιαιωνίζει. Ἄλλως· Ὕδατα ἡ Γραφὴ πολλάκις καὶ τὰς τῶν ἀνθρώπων συναγωγὰς εἴωθε καλεῖν, κατὰ τὸ, Ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Ὦ οὖν, φησὶ, τῶν θείων μαθημάτων διδάσκαλε, τὸν θρεπτικόν σου λόγον ὃν εἴληφας ἐκ τῆς δωρεᾶς τοῦ Πνεύματος, ἀεὶ τοῖς δεομένοις χορήγει, μισθὸν ἔχων τῆς ἐργασίας, τὸ τῷ Θεῷ Λόγῳ συνεῖναι διηνεκῶς. "∆ὸς μερίδα τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτὼ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν." Ὁ τὴν Παλαιὰν προσιέμενος ∆ιαθήκην, διὰ τὸν ἐν αὐτῇ σαββατισμὸν τὸν ἐν πνεύματι τελούμενον, τουτέστι τὴν τῶν κακῶν ἀργίαν, δέδωκε μερίδα τοῖς ἑπτά. Ὁ δὲ τὴν Νέαν καθ' ἣν ἡ Κυριακὴ τοῦ Σωτῆρος ἀνάστασις, ἡ ὀγδόη καὶ πρώτη ἀρχὴν ἔχουσα τοῦ μέλλοντος αἰῶνος, δέδωκε μερίδα τοῖς ὀκτώ. Ἑκατέρας οὖν, φησὶ, τὰς ∆ιαθήκας δέχου. Ἄλλως· Εἰς ἑβδομάδα ὁ παρὼν κατατέμνεται βίος. Κατέπαυσε γὰρ, φησὶν, ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε, ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. Ἀρχὴ δὲ τοῦ μέλλοντος αἰῶνος ἡ ὀγδόη· ἧς σύμβολον ἡ Κυριακὴ ἀνάστασις. Εὐσχημόνως οὖν, φησὶ, δίαγε ἐν τῷ παρόντι βίῳ, καὶ ἀποθησαύριζε σεαυτῷ εἰς τὸν μέλλοντα δι' ἔργων ἀγαθῶν, καὶ τοῖς ἑπτὰ, καὶ τοῖς ὀκτὼ μερίδα παρέχων. Ἄλλως· Ἑπτὰ τοῦ Πνεύματος ἐνεργείας οἶδε Ἡσαΐας. ∆ύναται οὖν καὶ ἐξ ἀντιστρόφου ἑπτὰ καλεῖσθαι ὁ τῶν Χριστιανῶν λαὸς, διὰ τὸ πλουτῆσαι τοῦ Πνεύματος τὰς ἐνεργείας. Ὀκτὼ δὲ ὁ τῶν Ἰουδαίων, 93.608 διὰ τὸ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέμνεσθαι. Ποίει τοιγαροῦν, φησὶ, τὴν ἐλεημοσύνην πρὸς πάντας ἀνθρώπους. Τὸ δὲ, ὅτι οὐ γινώσκεις τί ἔσται πονηρὸν ἐπὶ τὴν γῆν, κατὰ πάσας νοήσεις τὰς ἐκδοχάς. ∆έχου τὰς δύο ∆ιαθήκας, ἵνα τὸ τῆς ἀγνοίας καὶ πονηρίας ἀποβάλῃς σκότος. Εὐσχημόνως πράττε τὰ ἐν τῷδε τῷ βίῳ καθήκοντα, ἐν φροντίδι τιθέμενος καὶ τὸν μέλλοντα αἰῶνα· οὐ γὰρ οἶσθα ποῖαι ἐπίπονοι κολάσεις ἀπόκεινται τοῖς μὴ παρέχουσι μερίδα τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτώ. Ποίει ἐλεημοσύνας πρὸς πάντας ἀνθρώπους μετὰ ἁπλότητος καρδίας· οὐ γὰρ ἐπίστασαι τίς ὁ ἀληθῶς χρῄζων, ἢ τίς ὁ κατὰ πονηρίαν καὶ πλεονεξίαν αἰτῶν. "Ἐὰν πληρωθῶσι τὰ νέφη ὑετοῦ, ἐπὶ τὴν γῆν ἐκχέουσι· καὶ ἐὰν πέσῃ ξύλον ἐν τῷ νότῳ, καὶ ἐὰν ἐπὶ τῷ Βοῤῥᾷ, τόπῳ οὗ πεσεῖται τὸ ξύλον, ἐκεῖ ἕσται." Πρὸς μὲν ῥητὸν, ἡ πρώτη λέξις δύναται καὶ περὶ ἐλεημοσύνης νοεῖσθαι· ὅτι ὥσπερ τὰ νέφη κελεύσει θείᾳ τὸν ὄμβρον ἐπὶ πάντας ἀνθρώπους ῥαίνουσι, τὸν αὐτὸν τρόπον δεῖ καὶ τὴν ἐλεημοσύνην γίνεσθαι. Πρὸς δὲ διάνοιαν, νεφέλαι οἱ ἅγιοι ἄνδρες εἴρηνται, ὧν εἷς ἦν Μωσῆς ὁ λέγων, Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου. Οὗτοι πληρωθέντες τοῦ θείου λόγου, τοῦ γινομένου πρὸς Ὠσηὲ, καὶ τοὺς λοιποὺς ἁγίους ἐκχέουσι τὸν κάρπιμον ὑετὸν, οὐκ ἐπὶ τὴν Ἰουδαίαν μόνην, ἀλλὰ καὶ ἐπὶ πᾶσαν τὴν γῆν, εἰς ἣν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Καὶ ταῦτα μὲν περὶ τοῦ ὑετοῦ. Ξύλα δὲ εἴρηνται παρὰ τῇ Γραφῇ καὶ οἱ ἅγιοι καὶ οἱ ἁμαρτωλοί· νότος δὲ ἐκλαμβάνεται ὁ φωτεινὸς τόπος, καὶ αὐτὸ τὸ φῶς τὸ ἀληθινὸν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· βοῤῥᾶς δὲ ὁ ζοφώδης καὶ σκότους πλήρης διάβολος. Ἐν ᾧ δ' ἂν τοιγαροῦν τόπῳ, εἴτε τοῦ φωτὸς, εἴτε τοῦ σκότους, εἴτε τῷ τῆς κακίας ἔργῳ, εἴτε τῷ τῆς ἀρετῆς, καταληφθῇ ἐν τῇ τελευτῇ ὁ ἄνθρωπος, ἐν ἐκείνῳ μένει τῷ βαθμῷ καὶ τῇ τάξει, ἢ ἐν φωτὶ μετὰ τῶν δικαίων, καὶ τοῦ παμβασιλέως Χριστοῦ, ἢ ἐν τῷ σκότει μετὰ τῶν ἀδίκων καὶ τοῦ κοσμοκράτορος. "Τηρῶν ἄνεμον οὐ σπείρει, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει. Ἐν οἷς οὐκ ἔστι γινώσκων τίς ἡ ὁδὸς τοῦ πνεύματος, ὡς ὀστᾶ ἐν γαστρὶ τῆς κυοφορούσης· οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ ὅσα ποιήσει τὰ σύμπαντα." Οἱ τοὺς ἀνέμους ἐπιτηροῦντες οὐ σπείρουσι. Πολλάκις γὰρ ὁ σήμερον πνέων αὔριον οὐ πνεῖ· καὶ τὸ ἐναντίον· καὶ πολλάκις σήμερον μὲν ὕει, αὔριον δὲ ἀνέχει τὸν ὄμβρον ὁ Θεός. Ὥστε οὐ δεῖ παρατηρεῖσθαι, ἀλλ' ἐπ' ἐλπίδι σπείρειν, τῇ τοῦ Θεοῦ ἀγαθότητι θαῤῥοῦντας. Ἐὰν δὲ παρατηρούμενοι ὑπερθώμεθα τὸν καιρὸν τοῦ σπόρου, οὐ θερίζομεν. Ἐπιτηρεῖν δὲ