1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

48

ἑαυτῶν τὸ συνειδός· τοῦτο ἑκούσιον παρόραμα. Ἔσθ' ὅτε καὶ κατὰ ἄγνοιαν ἐργαζόμεθά τι τῶν ἀπηγορευμένων· τοῦτο ἀκούσιον παρόραμα. Περὶ τῶν τοιούτων καὶ ὁ μακάριος ∆αυῒδ ηὔχετο λέγων· Παραπτώματα τίς συνήσει; Ἐκ τῶν κρυφίων μου καθάρισόν με, τῶν κατὰ ἄγνοιαν δηλονότι πλημμεληθέντων. Ταῦτα οὖν ἐγνωκότες, τὸν Θεὸν φοβηθῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρήσωμεν κατὰ τὴν ἑαυτῶν δύναμιν. Τὸ γὰρ ὅλον ἡμῶν τῆς σωτηρίας ἐν οἰκτιρμοῖς κεῖται, καὶ τῇ τοῦ κριτοῦ φιλανθρωπίᾳ· δι' οὗ, καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.