1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

23

αὐτοῦ, ἵνα πορευθῇ ἐν χειρὶ αὐτοῦ· καί γε τοῦτο πονηρὰ ἀῤῥωστία. Ὥσπερ γὰρ παρεγένετο, οὕτω καὶ ἀπελεύσεται. Καὶ τίς ἡ περισσεία αὐτοῦ, ᾗ μοχθεῖ εἰς ἄνεμον; Καί γε πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἐν σκότει καὶ ἐν πένθει, καὶ θυμῷ πολλῷ, καὶ ἀῤῥωστίᾳ, καὶ χόλῳ." Εἰ μήτε τοίνυν αὐτὸς ὁ φιλάργυρος, μήτε ὁ τούτου παῖς, καθόλου δὲ μηδεὶς ἀνθρώπων δύναταί τι συνεξάγειν ἑαυτῷ τῶν αἰσθητῶν χρημάτων, ἆρα οὐ πονηρὰ ψυχῆς ἀῤῥωστία ἡ φιλοχρηματία; Τί οὖν εἰς ἄνεμον μοχθεῖς, σκεδαστοῦ καὶ ἀποφυσωμένου τοῦ ἀστάτου πλούτου τυγχάνοντος; Ὄπου γε καὶ αὐτὴ ἡ ζωὴ τῶν φιλοχρημάτων ἐν σκότει τυγχάνει, τουτέστι ἐν ἀγνωσίᾳ καὶ ἐν πένθει. Καὶ γὰρ πρὸς ἑαυτούς εἰσιν ἀνελεήμονες, φειδωλῶς τῶν ὄντων μεταλαμβάνοντες· ἀλλὰ καὶ ἐν θυμῷ πολλῷ, ἀεὶ παροξυνόμενοι, καὶ περὶ βραχέων φιλονεικοῦντες καὶ ὀργιζόμενοι, καὶ τὴν ψυχὴν ἀῤῥωστοῦντες. Θεώρει δὲ ὅσα συνεισέρχεται τῷ φιλαργύρῳ πάθη, πρὸς τῷ, καὶ μετὰ τόνδε τὸν βίον σκότος αὐτὸν διαδέχεσθαι, ὑπὸ θείας ὀργῆς καὶ ἀποστροφῆς κολαζόμενον. "Ἰδοὺ εἶδον ἐγὼ ἀγαθὸν, ὅ ἐστι καλὸν, τοῦ φαγεῖν καὶ τοῦ πιεῖν, καὶ τοῦ ἰδεῖν ἀγαθοσύνην ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ ἂν μοχθήσῃ ὑπὸ τὸν ἥλιον, ἀριθμὸν ἡμερῶν ζωῆς αὐτοῦ, ὧν ἔδωκεν ὁ Θεὸς αὐτῷ. Πλοῦτον, καὶ ὑπάρχοντα, καὶ ἐξουσίαν ἐν αὐτῷ, τοῦ φαγεῖν ἀπ' αὐτοῦ, καὶ λαβεῖν τὸ μέρος αὐτοῦ, καὶ τοῦ εὐφρανθῆναι ἐν μόχθῳ αὐτοῦ· τοῦτο δόμα Θεοῦ ἐστι, ὅτι οὐ πολλὰς μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ὅτι ὁ Θεὸς περισπᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρδίας αὐτοῦ." Φιλαργύρου πρόσωπον προθεὶς ὁ Ἐκκλησιαστὴς, καὶ καταδρομῇ κατ' αὐτοῦ χρησάμενος, ἐπειδὴ σφόδρα ἔπληξε, θεραπεύειν πειρᾶται, καὶ ἠρέμα τοῦ πάθους ὑπεξαγαγεῖν. Εἶτα ἐπειδὴ τὴν ἄκραν ἀρετὴν ἀκούειν οὐ χωρεῖ, μετὰ πολλῆς τῆς σοφίας τὰ ἀνθρώποις ἡδέα εἰσηγούμενος διαπράττεσθαι, παραμίσγει τῇ διδασκαλίᾳ, ὅτι δεῖ μὴ πάντα τῇ γαστρὶ χαρίζεσθαι, καὶ ὅτι ὀλίγος ὁ ἐνθάδε βίος. Παραινεῖ τοίνυν τῷ φιλαργύρῳ τέως χρήσασθαι τοῖς ὑπάρχουσιν, ἵνα διὰ τοῦ δοκοῦντος ἡδέος, ὑπεξαγάγῃ τοῦ τῆς φιλαργυρίας πάθους, λέγων, ὅτι Ἀγαθόν σοί ἐστιν, ὦ φιλάργυρε πλούσιε, τὸ ἐσθίειν, καὶ πίνειν, καὶ εὐφραίνεσθαι, ἕως ὅτε τὰ ὑπὸ τὸν ἥλιον λογίζῃ· δεῖ γάρ σε καὶ ἐνθυμεῖσθαι ὅτι ἀριθμητὰς ἡμέρας εἴληφας παρὰ Θεοῦ, καὶ ὃν δέδωκέ σοι χρόνον τῆς ζωῆς ὁ Θεὸς, οὕτως σοι ἐμερίσθη, ἀντὶ τοῦ, ἀφωρίσθη. Εἰληφὼς οὖν 93.549 παρὰ Θεοῦ πλοῦτον, καὶ τὴν ἐξουσίαν τοῦ χρήσασθαι τούτῳ, φρόντισον τοῦ μὴ μόνον ἐσθίειν καὶ πίνειν, ἀλλὰ καὶ τοῦ λαβεῖν τὸ μέρος τὸ σόν· καὶ ὅρα θαυμαστὴν διδασκαλίαν, μετὰ τὸ ἐξελκύσαι τοῦ πάθους τὸν φιλάργυρον, διὰ τῆς τῶν βρωμάτων ἀπολαύσεως, τότε ἠρέμα διδάσκει, ὡς οὐχ αὕτη μερὶς ἀνθρώπου ἡ τῶν βρωμάτων ἀπόλαυσις, ἀλλὰ τὸ λαβεῖν τὸ μέρος αὐτοῦ, τουτέστι τὸ συμπαραμένον αὐτῷ· σκορπίσαι τὸν πλοῦτον τοῖς πένησι, καὶ ἀληθῶς εὐφραίνεσθαι ἐν τῇ τοιαύτῃ διακονίᾳ. Τοῦτο γὰρ ὄντως δόμα Θεοῦ ἐστι, τὸ ἐλεημονικὴν καὶ φιλόπτωχον ἕξιν ἀναλαβεῖν. Εἶτα ἐνάγων εἰς τὸ πεισθῆναι, καὶ λαβεῖν τὸ μέρος αὐτοῦ, τουτέστι καλῶς δαπανῆσαι τὰ χρήματα, ἵνα γένωνται αὐτοῦ, ἀναμιμνήσκει τοῦ τῆς ζωῆς ὀλιγοχρονίου, λέγων, ὅτι οὐ πολλὰς μνησθήσεται τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. Ὁ δὲ τοιοῦτος περισπασμὸς καὶ ἡ ἀσχολία Θεῷ τέ ἐστι προσφιλὴς, καὶ τὴν τῶν ἐλεημόνων εὐφραίνει καρδίαν. Ὅτι δὲ πρὸς τὸν φιλάργυρον ἡ παραίνεσις, πάλιν κατὰ φιλαργύρων ἑξῆς ἐπάγει· καὶ ταῦτα μὲν ὡς πρὸς τὸ ῥητόν. Ὁ δὲ θειοτέρως ἀκούειν τοῦ μεγάλου Ἐκκλησιαστοῦ δυνάμενος, ἀκούων ἐν Εὐαγγελίοις· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω· οἷδε τίς ὁ μόνος ἀγαθὸς, ὅτι ὁ Θεός· καὶ ὅτι ὁ ἐσθίων καὶ πίνων τὴν σάρκα τοῦ Κυρίου, οὗτος τῶν μελλόντων ἀγαθῶν ἐν ἀπολαύσει γίνεται. Καὶ καλῶς πονεῖ, καὶ ἐξασκεῖται τὰς ἀρετὰς, ἐν ὅσῳ ἐστὶ ὑπὸ τὸν ἥλιον, τουτέστι ἐν τῇ ἐνθάδε ζωῇ· λογιζόμενος ὅτι ἀριθμηταί εἰσιν αἱ ἡμέραι αὐτοῦ, καὶ οὐ προσήκει οὐδεμίαν αὐτῶν ζημιοῦσθαι, καὶ ἄκαρπον παρατρέχειν. Ὁ γὰρ περὶ τὴν ἀρετὴν μόνον, αὐτὸς κυρίως τοῦ ἀνθρώπου μερὶς, προξενῶν ἡμῶν μερίδα γενέσθαι τὸν Θεὸν, κατὰ τὸ, Μερίς μου εἶ σὺ, Κύριε, ὑπὸ τοῦ