1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

28

διδάσκει, ὡς ὁ μὲν μακρόθυμος ἀγαθός· τῷ δὲ ἐξ ὑπερηφανείας κουφιζομένῳ τῷ πνεύματι, τουτέστι τῇ διανοίᾳ, ὁ Θεὸς ἀντιτάσσεται. "Μὴ σπεύσῃς ἐν πνεύματί σου θυμοῦσθαι, ὅτι θυμὸς ἐν κόλπῳ ἀφρόνων ἀναπαύσεται." Τὸ, Μὴ σπεύσῃς, Μὴ ἕξιν ἀναλάβῃς θυμικὴν ἐν τῇ γνώμῃ· ἀλλὰ κἂν δεήσῃ προσποιήσασθαι θυμὸν, μὴ εἰς τὸ πάθος ἐμπέσῃς· καὶ γὰρ ψεκτὸς θυμὸς ἐν τῷ ἡγεμονικῷ τῶν ἀφρόνων κόλπῳ καλούμενος οἰκεῖ καὶ ἐπαναπαύεται. Καὶ ἄλλως δὲ τὸ, ἐν κόλπῳ, νοήσεις, ἀντὶ τοῦ, Μὴ κολάκευε, μηδὲ θεράπευε, τὸν θυμὸν, τῷ σπουδάζειν ἀμύνασθαι τοὺς λελυπηκότας. "Μὴ εἴπῃς· Τί ἐγένετο ὅτι αἱ ἡμέραι πρότεραι ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἐπηρώτησας περὶ τούτου." Πολυτρόπως τοῦτό φασιν οἱ τῶν ἀνθρώπων ἄσοφοι· Ὅτι, φησὶ, κατὰ τὸ παλαιὸν ὁ Θεὸς διὰ προφητῶν καὶ ἀγγέλων τοῖς ἀνθρώποις ἐλάλει, ὅτι ἐξὸν ἦν τοῖς παλαιοῖς πολυγαμεῖν, κτημάτων ἔχειν περιουσίας· νῦν δὲ ταῦτα περικόπτει ὁ εὐαγγελικὸς λόγος. Καὶ ἄλλοι δέ εἰσι λέγοντες, ὅτι Πάλαι μοι ὁ Θεὸς ἐβοήθει, νῦν δὲ ἐγκαταλέλειμμαι, διὰ τοῦτο οὐ δύναμαι ἀγαθοεργεῖν. Ταῦτα δὲ πάντα ἀφρόνων ῥήματα. Καὶ γὰρ καὶ ἄλλων ἔστι ἀκοῦσαι, λεγόντων· Νῦν ὁ κόσμος ἐπληρώθη κακῶν· καὶ ἕτεραι μὲν αἱ ἡμέραι κακαὶ, ἕτεραι δὲ καλαί. Ὁ δὲ κατ' ἀρετὴν ζῶν ἀεὶ ἐκ ζωῆς εἰς ζωὴν μεταβαίνων, καὶ ἐκ πίστεως εἰς πίστιν ταῖς ἀρεταῖς προκόπτων, 93.565 οὕτε ἡμερῶν οἶδε διαφορὰν, ἀλλὰ καὶ τῶν προαπορηθέντων τοὺς λόγους ἐπίσταται. "Ἀγαθὴ σοφία μετὰ κληροδοσίας· καὶ περισσεία τοῖς θεωροῦσι τὸν ἥλιον, ὅτι ἐν σκιᾷ αὐτοῦ ἡ σοφία, ὡς σκιὰ τοῦ ἀργύρου· ὅτι περισσεία γνώσεως τῆς σοφίας ζωοποιήσει τοὺς παρ' αὐτῆς." Ὧ δίδοται λόγος σοφίας διὰ τοῦ Πνεύματος, οὗτος σοφίαν ἔχει μετὰ κληροδοσίας, ἀντὶ τοῦ, τὴν ἐκ τοῦ ἁγίου Πνεύματος. Οὗτος καὶ περισσείαν ἔχει ἐν τῷ θεωρεῖν τὸν ἥλιον· οὕτε γὰρ ἀπατᾶται, καὶ Θεὸν τοῦτον νομίζει· οὔτε μέχρι τοῦ θαυμάζειν αὐτὸν, ἢ ἐπιτέρπεσθαι μένει· ἀλλὰ ἀναλόγως τὸν γενεσιουργὸν αὐτοῦ θεωρῶν, τῷ θείῳ καταλάμπεται φωτί· καὶ ποιεῖ μὲν ἡ σοφία ὃ ποιεῖ καὶ τὸ ἀργύριον, ἀπὸ κινδύνων ἁρπάζει, πόλεις οἰκοδομεῖ, σκέπει τὸν ἔχοντα· σκιὰν γὰρ τὴν σκέπην λέγει. Ἔχει δὲ ἡ σοφία τὸ περιττὸν, τὴν γνῶσιν τὴν ζωοποιόν· πείθουσα μὲν καταφρονεῖν τῶν ὁρωμένων, εἰς μόνην δὲ ἀποβλέπειν τὴν αἰώνιον ζωήν. Ἄλλως· Ἡ σοφία, φησὶν, ἡ μετὰ κληροδοσίας, τουτέστι ἡ πίστις μετὰ τῶν ἔργων, περιττόν τι ἔχει παρὰ τοὺς ἄλλους, τὸν ἥλιον· ποῖον τὸ περιττόν; Ἀργύριον δὲ κατὰ τὴν θεωρίαν ὁ Λόγος παρείληπται. Ὥσπερ οὖν ἡ σκιὰ τοῦ ἀργυρίου, τουτέστι ὁ διεξοδικὸς καὶ προφανὴς λόγος, διδάσκει ἡμᾶς τὰ περὶ σοφίας μαθήματα· οὕτως ἡ σκιὰ τῆς σοφίας, τουτέστι ἡ εἰσαγωγικὴ καὶ πρακτικὴ ἀρετὴ σκιὰ οὖσα, παραπέμπει ἡμᾶς εἰς τὴν τελείαν σοφίαν, τὴν τῶν θειοτέρων θεωρίαν καὶ κατανόησιν. Ἡ δὲ τοιαύτη τῆς σοφίας κτῆσις τὴν ζωὴν ἡμῖν χαρίζεται τὴν αἰώνιον. "Ἴδε τὰ ποιήματα τοῦ Θεοῦ, ὅτι τίς δυνήσεται τοῦ κοσμῆσαι ὃν ἂν ὁ Θεὸς διαστρέψῃ αὐτὸν, ἐν ἡμέρᾳ ἀγαθωσύνης αὐτοῦ; Ἐκ τῆς περὶ τὸν βίον ἀνωμαλίας ἐτόλμησαν εἰπεῖν τινες ὡς ὑπεραπολογούμενοι τοῦ Θεοῦ, ἵνα μὴ αὐτὸν εἴπωσι τῶν κακῶν αἴτιον· ὅτι οὔτε τὸν κόσμον ἐποίησε, οὔτε προνοεῖ αὐτοῦ· Εἰ γὰρ προενόει, φησὶν, ὁ Θεὸς, διὰ τί μὴ πάντες πλούσιοι; ∆ιὰ τί μὴ πάντες ὑγιεῖς; Ταύτην τὴν δόξαν ἐκβάλλων ὁ Ἐκκλησιαστὴς, φησὶν ὅτι καὶ ποιητής ἐστιν ὁ Θεὸς, καὶ οὐδεὶς δύναται ἀνορθῶσαι τὰ διεστραμμένα πλὴν αὐτοῦ, τὸν χωλὸν ὑγιάσαι· καὶ τὰ ὅμοια. Εἰ δὲ θέλεις, φησὶ, γνῶναι ὅτι πάντα κατὰ τὸ συμφέρον ἡμῖν ὁ Θεὸς διοικεῖ, πρόσεχε τοῖς ἑξῆς· 93.568 "Ζῆθι ἐν ἀγαθῷ, καὶ ἴδε ἐν ἡμέρᾳ κακίας· ἴδε, καί γε τοῦτο σύμφωνον. Τούτῳ ἐποίησεν ὁ Θεὸς περὶ λαλιᾶς, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπίσω αὐτοῦ μηδέν." Ζῆθι, φησὶ, κατὰ ἀρετὴν, καὶ ἐπιτήρει ἐν τοῖς συμβαίνουσι πειρασμοῖς, εἰ μὴ συμφώνως καὶ ἐναρμονικῶς πάντα ἐποίησεν ὁ Θεὸς, καὶ τὴν περὶ τούτων καλῶς ἀπέκρυψε διδασκαλίαν. Ἣν δὴ καὶ λαλιάν φησι, ἵνα μὴ γνῷ ἅνθρωπος τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι. Συμφώνως γὰρ καὶ τὸ δοκοῦν εἶναι κακὸν ἐπάγεται, μετὰ τὸ δόξαν εἶναι καλόν· καὶ τὸ ἐναντίον· οἷον ὑγιαίνει τις, καὶ