1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

11

καὶ φυτεύει, ὡς ὅταν ἐκτίλλει μὲν τὰ τοῦ ἐπισπορέως 93.509 ζιζάνια, καταφυτεύει δὲ τὰ γνήσια τοῦ λόγου σπέρματα· ἐκκόπτων μὲν τὴν κακίαν, ἐμφυτεύων δὲ τὴν ἀρετήν· πολλάκις δὲ καθ' ἕτερον καὶ ἕτερον· ὡς ὅταν ὁ Παῦλος ἐκκόπτῃ μὲν τῆς Ἐκκλησίας τὸν πορνεύσαντα, φυτεύῃ δὲ αὐτὸν πάλιν μετανοοῦντα. "Καιρὸς τοῦ ἀποκτεῖναι, καὶ καιρὸς τοῦ ἰάσασθαι." Ἀποκτεῖναι τὴν ἁμαρτίαν, ἰάσασθαι δὲ τὴν ἑαυτοῦ ψυχὴν τοῖς τῆς μετανοίας φαρμάκοις. Ἡ δὲ τοιαύτη πράξις ἀεὶ καιρὸν ἔχει, καὶ ἀεὶ εὐκαίρως γίνεται· νῦν δὲ μάλιστα, τοῦ Παύλου βοῶντος, "Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Ἐπὶ δὲ τῶν σωματικῶν, τῷ ἄρχοντι καιρὸς ἀποκτείνειν τὸν ἀνδροφόνον, ἰᾶσθαι δὲ καὶ θεραπεύειν τὸν ἀγαθοποιὸν, ἢ καὶ διὰ μετριωτέρας ἐπιστροφῆς τὸν μετριώτερα ἁμαρτήσαντα. "Καιρὸς τοῦ καθελεῖν, καὶ καιρὸς τοῦ οἰκοδομεῖν." Ἡ θεία οἰκοδομὴ τέμνεται εἰς πρακτικὴν καὶ θεωρητικὴν ἀρετήν. Ὁ μὲν οὖν τὴν ἀρετὴν ἐνεργῶν, οἰκοδομεῖ τὴν ἠθικήν. Ὁ δὲ τὰ νοητὰ κάλλη περιαθρῶν, οἰκοδομεῖ τὴν θεωρίαν· ἀεὶ οὗτος καλῶς οἰκοδομεῖ ἑαυτῷ οἰκίαν ἀχειροποίητον ἐν τοῖς οὐρανοῖς. Ὁ δὲ μετανοῶν, τὴν προϋπάρξασαν ἁμαρτίαν καθαίρει· καὶ καθαιρεῖσθαι μὲν καλὸν ἡμᾶς ἐκ τῆς κακίας, ἐποικοδομεῖσθαι δὲ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. "Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελᾶσαι." Ἔστι τις καιρὸς οὐχ ὁ χρονικὸς, ἀλλ' ὁ ἐκ τοῦ πράγματος λαμβανόμενος. Ὁ γὰρ μὴ ἐν βάθει κλαίων, ἀλλ' ἐπιπολαίως, ἀκούσεται κατὰ τὴν Ἱερουσαλήμ· Ὀψὲ φωνῆς αὐτῆς ὠλόλυξε, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς. Ὁ δὲ καιρίως κλαίων, καὶ ἐκ διαθέσεως μετανοῶν, ἐπακουσθήσεται ἀκούων, Κλαυθμὸν ἔκλαυσε Ἱερουσαλὴμ, τὴν κραυγὴν τῶν δακρύων σου ἡνίκα εἶδε, ἠλέησέ σε. Ἔστι δὲ καὶ ἐν καιρῷ χρονικῷ κλαίειν ἐν τῷδε ἡμῶν τῷ βίῳ, ἵνα ἐν τῷ μέλλοντι γελάσωμεν· καὶ ἐπὶ τοῖς παραπτώμασι δὲ τῶν μαθητῶν, ἢ καὶ τῶν ἀδελφῶν εὐκαίρως κλαίομεν, ἐπὶ δὲ τῶν προκοπῶν αὐτῶν εὐκαίρως γελῶμεν. "Καιρὸς τοῦ κόψασθαι, καὶ καιρὸς τοῦ ὀρχήσασθαι." Κόπτονται οἱ μετανοίᾳ σχολάζοντες, ὀρχοῦνται οἱ σωφροσύνῃ ζωσθέντες, καὶ φρονήσει κοσμούμενοι, καὶ ἀνδρείᾳ κινούμενοι, καὶ δικαιοσύνῃ τελειούμενοι. Ὠρχεῖτο καὶ ∆αβὶδ, καὶ οὐχ ἁπλῶς, ἐνώπιον Κυρίου. ∆ιὸ καὶ οἱ προφῆται παιδία ὄντες ἐν ἀγορᾷ ἐν τῷδε τῷ βίῳ, διὰ τὸ τῇ κακίᾳ νηπιάζειν, ἔλεγον τοῖς Ἰουδαίοις· Ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε· τουτέστι, προελέγομεν ὑμῖν τὰ σκυθρωπὰ, καὶ οὐ μετενοήσατε. Καὶ οἱ ἀπόστολοι δὲ πρὸς 93.512 αὐτοὺς λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· τουτέστι, βασιλείαν οὐρανῶν ἐκηρύξαμεν, αὐλοῦ δίκην βοῶντες ἐξάκουστον, καὶ οὐκ ὠρχήσασθε, οὐδὲ ἐσκιρτήσατε χαίροντες ἐπὶ τῷ δώρῳ. Ταῦτα γὰρ ἡμᾶς διδάσκει ἡ εὐαγγελικὴ τοῦ Σωτῆρος παραβολή. "Καιρὸς τοῦ βαλεῖν λίθους, καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους." Ὁ ἀνίατα ἁμαρτήσας ἐκβάλλεται ἐκ τῆς πνευματικῆς οἰκίας, ὡς ὁ ψωριῶν λίθος κατὰ τὸ παρὰ Μωσεῖ κείμενον συμβολικῶς· ὁ δὲ ἰάσιμα ἁμαρτάνων συνάγεται διὰ μετανοίας εἰς τὴν οἰκοδομὴν τῶν ἀποστόλων καὶ προφητῶν. Καὶ πᾶς δὲ λιθοκάρδιος ἐκβάλλεται· οἱ δὲ τίμιοι συνάγονται λίθοι. Καὶ ὁ νόμος δὲ ἐκέλευσε βάλλεσθαι λίθοις τὴν πορνεύσασαν. Καὶ ὁ διδάσκαλος βάλλει μὲν τοὺς ἁμαρτάνοντας λίθοις, τουτέστι λόγοις ἐλεγκτικοῖς· αὐτάρκως δὲ παιδεύσας διὰ τῶν ἐλέγχων, συνάγει τοὺς ἐκβληθέντας λίθους, τῶν πληκτικῶν λόγων παυόμενος. "Καιρὸς τοῦ περιλαβεῖν, καὶ καιρὸς τοῦ μακρυνθῆναι ἀπὸ περιλήψεως." Κατὰ μὲν τὸ ῥητὸν, καιρὸς τοῦ περιλαβεῖν τὴν ἑαυτοῦ γυναῖκα, ὅταν μήτι προσευχὴ ἐμποδίζῃ, καὶ ἡ χρεία καλή· ἢ διὰ παιδογονίαν, ἢ κατὰ συγγνώμην, διὰ τὴν ἡμῶν ἀκρασίαν, ἵνα μὴ πειραζώμεθα εἰς πορνείαν ὑπὸ τοῦ Σατανᾶ. Καιρὸς δὲ τοῦ μακρύνεσθαι ἀπὸ περιλήψεως, ἢ διὰ προσευχῆς, ἢ διὰ τὸ ἐγκύμονα εἶναι τὴν γυναῖκα. Ἄλλως· Καιρὸς τοῦ περιλαβεῖν ἦν ἐν ἀρχῇ τοῦ κόσμου, ἵνα αὐξηθῶμεν, καὶ πληθυνθῶμεν, καὶ πληρώσωμεν τὴν γῆν· νῦν καιρὸς τοῦ μακρύνεσθαι ἀπὸ περιλήψεως, ὅτε ἐσχάτη ὥρα ἐστὶ, καὶ πρὸς τὸ τέλος ὁ κόσμος ἐλαύνει. Πρὸς δὲ διάνοιαν, Τίμησον, φησὶ, τὴν σοφίαν, ἵνα σε