1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

29

ταῦτα κατὰ ἀρετὴν ζῶν· ὕστερον νοσεῖ· πλουτεῖ, εἶτα πένεται. Καὶ τίς ὁ τούτου λόγος; ὅτι εἰ προείδοιμεν οἱ ἄνθρωποι τὰ μέλλοντα ἡμῖν ἔσεσθαι, οὐκ ἂν ὁ θεῖος ὑφίστατο φόβος. Τῇ δὲ ἀδηλίᾳ συγκλειόμενοι, καὶ Θεὸν φοβούμεθα, καὶ ἴσμεν ὅτι παρ' αὐτοῦ καὶ μόνου ἡ τῶν κακῶν λύσις. Καὶ οὐδεὶς δύναται τὴν ἐν ἀνθρώποις διαστροφὴν ἰάσασθαι, εἰ μὴ μόνον αὐτός. Σύμφωνος οὖν ἐστιν ἡ δοκοῦσα ἀσυμφωνία, καὶ ἰσότης ἡ ἀνισότης, πάντας ὁμοίως τῇ ἀδηλίᾳ πρὸς τὸν θεῖον συνελαύνουσα φόβον. Εἶτα ἐπάγει· "Σύμπαντα εἶδον ἐν ἡμέρᾳ ματαιότητός μου." Ταῦτα, φησὶ, κατεσκεψάμην οἷα σοφὸς, ἐν ταῖς τῆς ματαιότητος ἡμέραις. Ἡμέραν δὲ ματαιότητος τὸν παρόντα βίον καλεῖ· πρῶτα μὲν, διὰ τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐν αὐτῷ τὸ δίκαιον μὴ μεταδιώκειν· ἔπειτα ὅτι καὶ παρέρχεται. ∆ιὰ τοῦτο εἰς πόθον ἡμᾶς ἐρεθίζων τοῦ μέλλοντος αἰῶνος καὶ ἀτελευτήτου, φησὶ, "Μὴ γίνου δίκαιος πολὺ, καὶ μὴ σοφίζου περισσὰ, μήποτε ἐκπλαγῇς· μὴ ἀσεβήσῃς πολὺ, καὶ μὴ γίνου σκληρὸς, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου." Ἑκάστῃ ἀρετῇ συμμέτρως οὔσῃ κατ' ἔλλειψιν καὶ ὑπερβολὴν αἱ κακίαι παράκεινται. Μὴ γίνου οὖν, φησὶ, δίκαιος πολὺ, ἀντὶ τοῦ, Μὴ δι' ὑπερβολὴν τοῦ πρὸς τὸ κακὸν μίσους, ἀσυμπαθὴς γένῃ πρὸς τοὺς ἁμαρτάνοντας, καὶ σκληρὸς, καὶ ἀπάνθρωπος. Ἀλλὰ μηδὲ σοφίζου περισσὰ, μήποτε ἐκπλαγῇς. Περιττὰ δέ εἰσι τὰ ἔξωθεν τῆς θείας διδασκαλίας. Ὅσα οὖν, φησὶ, συμφερόντως ἡμῖν ὁ θεῖος ἀπέκρυψε Λόγος, μὴ ἐπιζητήσωμεν. Τὸ γὰρ ταῦτα ζητεῖν, ἔκπληξις καὶ μανία φρενός. Ἀλλὰ μηδὲ περὶ δόγματα πολὺ ἀσεβήσῃς, ἀντὶ τοῦ. ἐπιπολύ. Ἀλλὰ σπούδαζε τὸ ἀληθὲς εὑρεῖν, καὶ τῇ μετανοίᾳ λυτροῦσθαι τὰ πταίσματα. Καὶ μὴ γίνου, φησὶ, σκληρὸς, τουτέστιν ἀμάλακτος, καὶ ἀντιπίπτων τῇ τοῦ Πνεύματος διδασκαλίᾳ. Εἶτα κατὰ κοινοῦ ἐπάγει, Ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου. Ἐν οὐ καιρῷ ἀποθνήσκει ὁ μὴ τετελειωμένος ταῖς ἀρεταῖς, ἀλλὰ 93.569 κακίᾳ συζήσας καὶ ἀποθανών. Τελευτᾷ δὲ ὥσπερ σῖτος ὥριμος ὁ ταῖς ἀρεταῖς τελεσφορηθείς. "Ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ· καί γε ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου, ὅτι ὁ φοβούμενος τὸν Θεὸν, ἐξελεύσεται τὰ πάντα." Περὶ κακίας καὶ ἀρετῆς διδάξας ἐπήγαγε, ὅτι ἀγαθὸν ἀντέχεσθαι τῆς ἀρετῆς, μὴ μιαίνειν δὲ τὴν πρᾶξιν (χεῖρα ὀνομαζομένην) ἀπὸ τῆς κακίας. Εἶτα περὶ τοῦ ἁγνοῦ καὶ ἁγνοποιοῦ φόβου τοῦ Θεοῦ φησι, ὅτι Ὁ φοβούμενος τὸν Θεὸν ἐξελεύσεται τὰ πάντα, πᾶσαν πρᾶξιν κατὰ ἀρετὴν διεξερχόμενος, καὶ ταῖς προκοπαῖς τελειούμενος, καὶ πάντα διεκδύνων πειρασμόν. "Ἡ σοφία βοηθήσει τῷ σοφῷ, ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει, ὅτι ἄνθρωπος δίκαιος οὐκ ἔστιν ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν, καὶ οὐχ ἁμαρτήσει." Ἡ αὐτοσοφία ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῷ εἰς αὐτὸν πιστεύοντι, καὶ διὰ πίστεως σοφῷ γινομένῳ, βοηθεῖ, ὑπὲρ τὰς δέκα ἐντολὰς τὰς οὔσας ἐν τῇ πόλει τῶν Ἰουδαίων. Εἰ γὰρ καὶ τὰς δέκα τις ἐφύλαξε νομικὰς ἐντολὰς, ἀλλ' οὐκ ἦν ἄνθρωπον ὄντα μὴ παρολισθαίνειν· καὶ ὁ νόμος οὐδένα ἐδικαίου· ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς αὐτὸς γέγονεν ἡμῖν σοφία, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Ἄλλως· Μικρός τίς ἐστι κόσμος ὁ ἄνθρωπος, πόλις νῦν ὀνομαζόμενος, πέντε μὲν αἰσθήσεις ἔχων ἐν σώματι, πέντε δὲ ἐν ψυχῇ. Κἂν φιλονεικήσῃ τοίνυν ὁ ἄνθρωπος διὰ τῶν δέκα αἰσθήσεων τῶν ἐξουσιαζουσῶν αὐτοῦ βοηθῆσαι ἑαυτῷ, τὴν δὲ ἀπὸ τοῦ Χριστοῦ τῆς ἀληθινῆς σοφίας μὴ ἔχει ἐπικουρίαν, ἀδυνατήσει τοῦ σώζεσθαι. Ἄνθρωπος γὰρ ὢν οὐ δυνήσεται μὴ ἁμαρτάνειν. "Καί γε εἰς πάντας λόγους οὓς λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς τὴν καρδίαν σου· ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε· ὅτι πλειστάκις πονηρεύσεταί σε, καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι ὡς καί γε σὺ κατηράσω ἑτέρους." Ἐνταῦθα τὸ ἀμνησίκακον εἰσηγεῖται, ἀσεβεῖς κοινότερον τοὺς λοιδοροὺς καὶ ἁμαρτωλοὺς ἀποκαλῶν. Εἶτα ἐκ περιουσίας κατασκευάζων τὸ μὴ δεῖν προσέχειν ταῖς λοιδορίαις, φησὶν ὅτι μηδ' ἂν ὁ δοῦλός σου καταράσηταί σε, κινηθῇς εἰς θυμόν· μάλιστα μὲν γὰρ καὶ ποικίλως δύναταί σοι ἐπιβουλεύειν. Τοῦτο γάρ ἐστι τὸ,