1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

19

πρεσβυτέρου καὶ ἄφρονος τῶν Ἰουδαίων λαοῦ, ὁ νεώτερος λαὸς ὁ ἐξ ἐθνῶν σοφὸς ὢν, καὶ ῥυσθεὶς ἐκ τῶν διαβολικῶν δεσμῶν, διὰ τῆς εἰς Χριστὸν πίστεως, γέγονε βασίλειον ἱεράτευμα· τῷ πνεύματι πτωχὸς ἐν Εὐαγγελίοις μακαριζόμενος. Τύπος δὲ τῶν τοιούτων πτωχῶν γέγονε ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· σοφία μὲν ὢν τοῦ Πατρὸς, νέος δὲ τὴν κατὰ σάρκα ἡλικίαν, καὶ βασιλεὺς μὲν τυγχάνων κατὰ τὸ θεϊκὸν ἀξίωμα, πτωχεύσας δὲ δι' ἡμᾶς πλούσιος ὢν, καὶ ἐξελθὼν μὲν ἐκ τῶν δεσμῶν τοῦ θανάτου, λύσας τοῦ ᾅδου τὸ δεσμωτήριον, ἡμᾶς δὲ διδάσκων τῷ ὑποδείγματι μετριοφρονεῖν. ∆ι' ὧν ἔλεγε· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. 93.536 "Εἶδον σύμπαντας τοὺς ζῶντας, τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον, μετὰ νεανίσκου τοῦ δευτέρου, ὃς ἀναστήσεται ἀντ' αὐτοῦ· οὐκ ἔστι περασμὸς τῷ παντὶ λαῷ, τοῖς πᾶσιν οἳ ἐγένοντο ἔμπροσθεν αὐτῶν. Καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ· καί γε τοῦτο ματαιότης, καὶ προαίρεσις πνεύματος·" τοῦ παντὸς ῥητοῦ πρὸς ἀλληγορίαν βλέποντος. Οὐδὲ γάρ τις αἰσθητοῖς ὀφθαλμοῖς δύναται πάντας ἀνθρώπους ἰδεῖν. Ἑτέρως δὲ καὶ ἑτέρως τῆς εἰς τὸ ῥητὸν ἑρμηνείας φερομένης (οἱ μὲν γὰρ εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν, οἱ δὲ εἰς τὸν Ἀντίχριστοντὸν νεανίσκον τὸν δεύτερον ἐξειλήφασιν)· ἑκατέραν οὖν παραθήσομεν ἑρμηνείαν. Εἶδον, φησὶ, σύμπαντας τοὺς ζῶντας, τοὺς περιπατοῦντας ὑπὸ τὸν αἰσθητὸν ἥλιον, τουτέστι τοὺς ἁμαρτωλοὺς, μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου· λέγει δὲ τοῦ Ἀντιχρίστου, ὃς ἀναστήσεται ἀντ' αὐτοῦ· φησὶν, ἀντὶ τοῦ Κυρίου ὑμῶν Ἰησοῦ Χριστοῦ. Καὶ οὐκ ἦν περασμὸς τοῦ πλήθους τῶν ἁμαρτωλῶν, ἀντὶ τούτων ἐξ αἰῶνος γεγονότων. Ἀλλὰ καὶ οἱ ἔσχατοι, τουτέστι οἱ ἐν τῇ παρουσίᾳ τοῦ Ἀντιχρίστου, πιστεύοντες εἰς αὐτὸν, οὐκ εὐφρανθήσονται ἐν αὐτῷ, οὐδὲ διασώσει ἀσέβεια τοὺς παρ' αὐτῆς. Εἶτα διδάσκων ὅτι καὶ οὗτοι προαιρετικῶς, καὶ οὐκ ἀναγκαστικῶς ταύτην ὑπομένουσι τὴν πλάνην, ἐπήγαγε, ὅτι Καί γε τοῦτο ματαιότης, καὶ προαίρεσις πνεύματος. Ἄλλως· Εἰδέναι λέγει τοὺς ὑπὸ τὸν ἥλιον τῆς δικαιοσύνης, τουτέστι ἀληθινὴν ζωὴν ζῶντας. Οὗτος δέ ἐστι ὁ νεανίσκος ὁ δεύτερος ἐξ οὐρανοῦ, ὃς ἀνέστη ἀντὶ τοῦ πρώτου τοῦ ἐκ γῆς χοϊκοῦ· φησὶ δὲ τοῦ Ἀδάμ. Καὶ ἀπέραντοι, φησὶν, ἧσαν οἱ ὑπὸ τοῦτον τὸν νεανίσκον ἔμπροσθεν ἑαυτῶν ὁδεύοντες, τουτέστι τῶν ὄπισθεν ἐπιλανθανόμενοι, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενοι· αὕτη γὰρ τῶν πιστῶν ἡ πολιτεία. Τίνες δέ εἰσιν οἱ ἔσχατοι τούτων, οἱ μὴ εὐφραινόμενοι ἐπὶ τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ, ἢ ὁ τῶν Ἰουδαίων λαὸς, ὅστις πρῶτος ὢν γέγονε ἔσχατος· ἢ οἱ πρὸς τῇ συντελείᾳ τῷ Ἀντιχρίστῳ πιστεύοντες· ἢ καὶ πάντες, οἱ μετὰ τοὺς ἐναρέτους ἔσχατοι λεγόμενοι διὰ τὸ τοῦ βίου χυδαῖον. Εἶτα διδάσκων ὡς αὐτεξουσίας προαιρέσεως ῥοπῇ οἱ εἰρημένοι ἔσχατοι οὐκ εὐφραίνονται ἐπὶ τῷ δευτέρῳ νεανίσκῳ, ἐπήγαγεν, ὅτι Καί γε τοῦτο ματαιότης, καὶ προαίρεσις πνεύματος. Ἰστέον δὲ, διὰ τὰ προειρημένα, ὅτι καὶ νεανίσκος ὁ Ἀδὰμ καλεῖται, ἔτι ὢν ἐν παραδείσῳ, καὶ ἀκμαίως τὰς ἀρετὰς ἐργαζόμενος. Καλεῖται δὲ νεανίσκος καὶ ὁ Κύριος Ἰησοῦς διὰ τὸ παναλκὲς τῆς θεϊκῆς δυνάμεως· καλεῖται δὲ νεανίσκος καὶ ὁ Ἀντίχριστος διὰ τὸ νεωτεροποιὸν, καὶ τὸ νεάζειν ἀεὶ τῇ κακίᾳ. "Φύλαξον τὸν πόδα σου ἐν ᾧ ἂν πορεύῃ εἰς οἶκον 93.537 τοῦ Θεοῦ· καὶ ἐγγὺς τοῦ ἀκούειν." Ὁμωνύμως τὰ τοῦ ἔξωθεν ἀνθρώπου μέλη λέγονται καὶ ἐπὶ τῆς ψυχῆς, ὡς ὀφθαλμὸς, καὶ χεὶρ, καὶ ποὺς, καὶ τὰ λοιπά. Οὐκ ἔστι δὲ καὶ τὰ λεγόμενα ἐπὶ τῆς ψυχῆς λέγεσθαι ἐπὶ τοῦ σώματος· λέγονται γὰρ ἐπὶ τῆς ψυχῆς πτέρυγες, κατὰ τὸ, Εἰ κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι. Φύλαξον οὗν τῆς ψυχῆς σου πόδα ἐν παντὶ πράγματι, ἐν ᾧ ἂν πορεύῃ, ἐπὶ τῷ καταντῆσαί σε ἐπὶ τὸν τοῦ Θεοῦ οἶκον, τουτέστι τὴν ἐπουράνιον Ἱερουσαλήμ. Ὁ δὲ φυλάττων τὸν πόδα τῆς ψυχῆς, ἐγγύς ἐστι τοῦ ἀκούειν, τουτέστι τοῦ ὑπακούειν τῷ λόγῳ, καὶ κατορθοῦν τὰς θείας ἐντολάς. Εἰ δὲ καὶ περὶ τοῦ αἰσθητοῦ ποδὸς ἐκλάβοις τὸ εἰρημένον, Φύλαξον, φησὶ, τὸ ὅλον σῶμα· μερικῶς γὰρ ἐκ τοῦ ποδὸς τὸ ὅλον ἐσήμανε, ἵνα μὴ διὰ τῶν αὐτῶν τῇ τε ἀρετῇ καὶ τῇ κακίᾳ