1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

46

συνεζευγμένον τῇ ψυχῇ τὸ πνεῦμα νοοῦμεν· εἰ δὲ ἁπλῶς οὕτως ὥσπερ νῦν, αὐτὴν τὴν ψυχὴν νοοῦμεν τὸ πνεῦμα. Τοῦ οὖν σώματος, φησὶ, εἰς τὴν γῆν ἀναλυομένου, ἡ ψυχὴ πρὸς τὸν Θεὸν ἐπανέρχεται, τῶν βεβιωμένων τοὺς λόγους ἀποδώσουσα, ὃς ἐποίησεν αὐτήν. Οὐ γὰρ ἀπὸ γῆς ἡ τοῦ ἀνθρώπου ψυχή· ἀλλ' ὡς αὐτὸς οἶδε μόνος ὁ ταύτης ∆ημιουργὸς, καὶ συνίσταται, καὶ συνδεσμεῖται τῷ χοϊκῷ τούτῳ σώματι, ὡσπεροῦν καὶ ἐξάγεται ὑπὸ μόνου τοῦ συνδήσαντος. "Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστὴς, τὰ πάντα ματαιότης· καὶ περισσὸν ὅτι ἐγένετο Ἐκκλησιαστὴς σοφὸς, καὶ ὅτι ἐδίδασκε γνῶσιν σὺν τὸν ἄνθρωπον. Καὶ οὗς ἐξιχνιάσεται κόσμιον παραβολῶν." Τὸν πολλάκις ἀνωτέρω λόγον ἀναλαμβάνει, καὶ ἀποφαίνεται τὰ ἐν κόσμῳ πάντα ματαιότητα· καί φησιν, ὅτι τοῦτο περισσὸν ἔσχεν ὁ Ἐκκλησιαστὴς, ἀντὶ τοῦ, κατεξαίρετον καὶ ἴδιον, κτῆμα τῆς σοφίας· κτῆμα γὰρ ὄντως μόνου τοῦ σοφοῦ ἡ σοφία. Καὶ ὅτι ἐσχηκὼς ταύτην ἐφθόνησε τοῖς λοιποῖς ἀνθρώποις· ἀλλ' ἅπερ ἔμαθε ἐξ αὐτῆς, ταῦτα τοῖς ἀνθρώποις παρέδωκε· τήν τε γνῶσιν δηλαδὴ τῶν τε αἰσθητῶν καὶ νοητῶν. Εἶτά φησι, Καὶ ὁ ἔχων οὖς κεκαθαρμένον, δηλονότι οἷος ἦν ὁ λέγων, Προσέθηκέ μοι ὠτὶ τοῦ ἀκούειν, δύναται ἀνιχνεύειν τὰ κόσμια ἐν Παραβολαῖς λεγόμενα. Ἢ καὶ οὕτως· Ὁ ἔχων κόσμιον οὖς, κεχρυσωμένον ὑπὸ τοῦ λόγου, οἷον ἦν τὸ τῆς Ῥεβέκκας, τὸ δεξάμενον τὰ ἐνώτια τοῦ παιδὸς Ἀβραὰμ, δύναται ἀκούειν τὰ παραβολικῶς λεγόμενα. "Πολλὰ ἐζήτησεν ὁ Ἐκκλησιαστὴς τοῦ εὑρεῖν λόγους θελήματος, καὶ γεγραμμένους εὐθύτητος λόγους ἀληθείας. Λόγοι σοφῶν ὡς τὰ βούκεντρα. καὶ ὡς ἧλοι πεπυρωμένοι, οἳ παρὰ τῶν συνταγμάτων ἐδόθη 93.624 σαν, ἐκ ποιμένος ἑνός· καὶ περισσὸν ἐξ αὐτῶν." Λόγους θελήματος φησὶ τοὺς τοῦ θελήματος τοῦ Θεοῦ, καθ' οὓς πολιτευόμενος ἄνθρωπος τῆς αἰωνίου ζωῆς ἐπιλαμβάνεται· ἢ καὶ τοὺς μυστηριώδεις λόγους, περὶ ὧν ἔφησε ἐν ψαλμοῖς ὁ Σωτὴρ, Τοῦ ποιῆσαι, ὦ Θεὸς, τὸ θέλημά σου ἐβουλήθην. Θέλημα δὲ ἦν τοῦ Πατρὸς ἡ τοῦ Μονογενοῦς ἐνανθρώπησις. Τοῦ θείου τοίνυν βουλήματος τοὺς λόγους, καὶ αὐτῆς τῆς σοφίας, ἥ τις εὐθύτης καὶ ἀλήθεια καλεῖται, ἐκ τῶν γεγραμμένων παρὰ τοῖς προφήταις, ἀνεζήτουν, φησίν· οὐ γὰρ ἀπλῶς θελῆσαι δεῖ μόνον, ἀλλὰ καὶ ἐπὶ πολὺ ζητῆσαι. Ὁ γὰρ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Ταῦτα οὖν ζητῶν ὁ Ἐκκλησιαστὴς, ἔγνω ὅτι οἱ λόγοι τῶν θεοσεβῶν ἐοίκασι βουκέντροις. Ὥσπερ γὰρ τὰ βούκεντρα πλήττουσι τοὺς βόας, ἐπὶ τῷ τὴν αὔλακα τῷ ἀρότρῳ τέμνειν· οὕτω καὶ οἱ τῶν θεοσόφων ἀνδρῶν λόγοι διεγείρουσιν ἡμᾶς τοὺς ἐπ' ἐλπίδι ἀροτριῶντας, ἀνατέμνειν τῆς ψυχῆς τὴν αὔλακα, καὶ διακαθαίρειν, καὶ καταφυτεύειν τὰ καλὰ τῆς ἀρετῆς μοσχεύματα. Ἐοίκασι δὲ καὶ ἥλοις πεπυρωμένοις, οἵ τινες βαθύτερον καὶ εὐμαρέστερον τοῖς ξύλοις προσπήγνυνται· οὕτω καὶ οἱ τούτων λόγοι εἰς τὸ βαθὺ τῆς διανοίας ἡμῶν ἐγκαταπήγνυνται. Οὗτοι δὲ οἱ λόγοι, φησὶν, παρὰ τῶν συνταγμάτων ἐδόθησαν· ἕτερα δὲ βιβλία παρὰ τῶν συνθεσμάτων ἔχουσι. Συντάγματα δὲ νόει, ἢ συνθέσματα, τὰ τοῦ Θεοῦ ποιήματα, τὰ ἀκροφυῶς συντεταγμένα, καὶ ἐναρμονίως συντεθέντα, ἐξ ὧν ἀναλόγως τὸν γενεσιουργὸν αὐτῶν καταλαμβάνομεν· καὶ συντάγματα, τὰς δύο ∆ιαθήκας, Παλαιὰν καὶ Καινήν. Πόθεν δὲ ἡμῖν ἡ γνῶσις ἐδόθη τῆς τῶν αἰσθητῶν θεωρίας, καὶ τῆς τῶν νοητῶν καταλήψεως; Ἐκ ποιμένος ἑνός. Ποίου ποιμένος; τοῦ καὶ τὰ ἐν οὐρανοῖς, καὶ τὰ ἐπὶ γῆς λογικὰ ποιμαίνοντος, τοῦ φήσαντος· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἀλλὰ, Καὶ περισσὸν, φησὶ, ἐξ αὑτῶν. Ποῖον τὸ περισσόν; ἐκ τῆς τούτων γνώσεως, ὅτι ζωὴν αἰώνιον κληρονομοῦμεν, ὅτι καὶ αὐτὸν ἀξιούμεθα τὸν καλὸν Ποιμένα ἔχειν διδάσκαλον, καὶ ὅτι οἱ ταύτης τῆς γνώσεως ἐν τῷδε τῷ βίῳ καταξιωθέντες, καὶ τῆς τελείας γνώσεως ἐν τῷ μέλλοντι καταξιοῦνται, καθαροὶ καθαρῶς ὑπὸ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἐλλαμπόμενοι. "Υἱὲ, φυλάσσου τοῦ ποιῆσαι βιβλία πολλὰ, ὅτι οὐκ ἔστι περασμός· καὶ μελέτη πολλὴ, κόπωσις σαρκός." Πολλὰ βιβλία, καὶ λόγοι πολλοὶ οἱ μὴ πρὸς τὸν αὐτὸν σκοπὸν νενευκότες, οἱ τοιοῦτοι λόγοι καὶ ὀχληροὶ τυγχάνουσιν. Ὅταν μὲν γάρ τις τὸν περὶ