1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

18

θερμαίνονται· οὕτω καὶ οἱ κατὰ πνεῦμα συμφωνοῦντες· Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, φησὶν ὁ Κύριος, τὴν τοῦ ἁγίου δὲ δηλονότι δωρούμενος Πνεύματος θέρμην. "Καὶ ἐὰν ἐπικραταιωθῇ ὁ εἷς, καὶ οἱ δύο συστήσονται κατέναντι αὐτοῦ." Πάλιν ἐκ τῶν αἰσθητῶν συμβαινόντων πνευματικὸν ἡμᾶς διδάσκει θεώρημα. Ὥσπερ γὰρ ἐὰν ἐν ἀγορᾷ ἢ ἐν ἐρήμῳ ὁμοψύχως δύο βαδιζόντων ἐπέλθοι τις αὐτοῖς, ἀσφαλέστεροι τυγχάνουσιν οἱ δύο πρὸς τὸ ἀποκρούσασθαι τὸν ἐπελθόντα· οὕτω νοήσεις καὶ κατὰ τὴν θεωρίαν. ∆ιδάξας γὰρ τὰ περὶ ψυχῆς καὶ σώματος, ἐπειδή περ ὁ Ἀπόστολος τριῶν μέμνηται λέγων· Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ τηρηθείη· ἐντελέστερον τὰ τοῦ θεωρήματος ἐκτίθεται, καί φησιν, ὅτι ἐὰν ὁ εἶς ἐπικρατηθῇ, τουτέστι τὸ φρόνημα τῆς σαρκὸς, ἡ ψυχὴ συναπτομένη τῷ πνεύματι, χαλιναγωγῇ τὸ σῶμα, ἐφ' ᾧ καὶ αὐτὸ πείθεσθαι τοῖς πνευματικοῖς τῆς ψυχῆς κινήμασιν. Ἰστέον δὲ ὡς ἄνθρωπος λέγεται ἐκ τριῶν συνεστάναι, ψυχῆς, καὶ σώματος, καὶ πνεύματος, οὐχ ἑτέρου τινὸς ὄντος τοῦ πνεύματος παρὰ τὴν ψυχὴν κατ' οὐσίαν· οὐδὲ γὰρ δύο λογικὰ ἐν τῷ ἀνθρώπῳ· ἀλλὰ κατ' ἐπίνοιαν ἄλλο λέγομεν εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχὴν, τὸ εὐκινητότερον καὶ ἀνώτερον τῆς ψυχῆς πνεῦμα καλοῦντες. Τοῦτο, οἷμαι, ἐστὶ καὶ ὁ νοῦς, ὡς ἐν τῷ Ἔσδρᾳ ἐσημειωσάμεθα. Ἢ καὶ οὕτως, Πνεῦμά ἐστι τὸ πνευματικὸν χάρισμα τὸ καταυγάζον καὶ διαλαμπρῦνον ἡμῶν τὴν ψυχήν· ὅπερ ἐκ τῆς θείας ἐμφυσήσεως ἐλάβομεν. Καὶ σώζοντες μὲν τὸ κατ' εἰκόνα, ὁλόκληρον ἔχομεν καὶ τὸ πνευματικὸν χάρισμα· ἁμαρτάνοντες δὲ ζημιούμεθα τὸ δῶρον. Τοῦτο οὖν, οἶμαι, ἐπεύχεται ὁ Ἀπόστολος, μένειν ἡμᾶς ὁλοκλήρους, ὡς ἐξ ἀρχῆς ἐγενόμεθα, ἁγνὸν ἔχοντας σῶμα καὶ ψυχὴν, καὶ καθαρὸν τὸ πνευματικὸν διασώζοντας χάρισμα. Ἄλλως· Εἰς λογιστικὸν, καὶ θυμικὸν, καὶ ἐπιθυμητικὸν διαιρεῖται τῆς ψυχῆς τὰ κινήματα. Ἐὰν οὖν ἐπαινετῶς ὁμονοῶσι ταῦτα, καὶ ὁ θυμὸς κατὰ φύσιν κινεῖται κατὰ παθῶν καὶ δαιμόνων, καὶ ἡ ἐπιθυμία τῶν κρειττόνων ὀρεγομένη. Ἐφ' ᾧ καὶ ∆ανιὴλ ἀνὴρ ἐπιθυμιῶν ἐκαλεῖτο. Καὶ τὸ λογιστικὸν ἕκαστα μετὰ τοῦ δικαίου πράττει, θυμὸν καὶ ἐπιθυμίαν εὐτέχνως ἡνιοχούμενος. Εἰ δὲ συμβῇ διὰ τὸ τέρπον τῆς φύσεως τὸν θυμὸν ἢ τὴν ἐπιθυμίαν ἀτάκτως κινηθῆναι, τὰ δύο καθαρεύοντα καὶ συμφωνοῦντα, τὸ λογιστικὸν, φέρε εἰπεῖν, καὶ τὸ ἐπιθυμητικὸν περιγίγνονται τοῦ θυμικοῦ· ἢ καὶ τὸ 93.533 ἔμπαλιν. Οὕτως οὖν οἱ δύο καλῶς ὁμονοοῦντες τὸν κακῶς ἀντιπράττοντα καταδουλοῦνται. "Καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀποῤῥαγήσεται." Πάλιν ἐκ τοῦ τριπλόκου σχοινίου πνευματικὰ παραπέμπει θεωρήματα· καὶ πρῶτον μὲν ἀγάπην ἐκδιδάσκει, συνδέων ἡμᾶς εἰς ὁμόνοιαν. Ψυχὴ, καὶ σῶμα, καὶ πνεῦμα ὁμονοοῦντα οὐ ταχέως ὑπὸ τῆς τοῦ ἐχθροῦ προσβολῆς διαῤῥήγνυνται. Ἄλλως· Τὸ λογιστικὸν, καὶ θυμικὸν, καὶ ἐπιθυμητικὸν ἑνότητι καθαιρόμενα ἀβλαβῆ τὴν ψυχὴν διασώζουσιν. Ἄλλως· Οἱ εἰς τὴν ὁμοούσιον Τριάδα πιστεύοντες, Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ἄμαχοί τινες τοῖς ἀνθεστηκόσι τυγχάνουσιν. "Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι· ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης." Ὁ παῖς κατὰ τὸ φαινόμενον οὐχ οὕτως ἔντιμος ὡς ὁ πρεσβύτης· ἀλλ' οὐδὲ ὁ πένης ὡς ὁ βασιλεύς. Παραβάλλων τοίνυν σοφίαν καὶ ἀφροσύνην, τὸ ἀσύγκριτον τῆς σοφίας δήλως, φησὶν, ὅτι καλὸν τὸ εἶναι καὶ παῖδα καὶ πένητα, σοφὸν δὲ ὅμως, ἢ γέροντα καὶ βασιλέα, ἄφρονα δέ. Ὁ γὰρ ἄφρων οὐκ ἐπέγνω ὅτι δυνατή ἐστι σοφία, καὶ οἰκέτην ὄντα, καὶ δεσμώτην, βασιλέα ἀναδεῖξαι. Καὶ ἡ ἀπόδειξις ἐκ τοῦ Ἰωσὴφ, ὃν καὶ νέον ὄντα, καὶ ἀργυρώνητον γενόμενον, καὶ δεσμώτην, ἡ προσοῦσα θεόσδοτος σοφία Αἰγύπτου δυνάστην ἀνέδειξε. Αὕτη δὲ ἡ σοφία βασιλεύοντα τὸν σοφὸν μετριόφρονα παρασκευάζει, καὶ οὔτε ἐπαίρεσθαι, οὔτε τυφοῦσθαι ἐκ τοῦ ἀξιώματος. Ὁ γὰρ κατὰ Θεὸν πένης, οὔτε ἐν βασιλείοις, οὔτε ἐν περιουσίᾳ πλούτου ἐξίσταται τοῦ εἶναι πένης, μακάριος ὢν καὶ πτωχὸς τῷ πνεύματι. Ἄλλως· Τοῦ