1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

37

τὸ εἰρημένον· οὐ γὰρ συγκρίνονται σοφία καὶ ἀφροσύνη. Τῶν γὰρ ὁμοίων, οὐ τῶν ἐναντίων ἡ σύγκρισις. Οἱ λόγοι οὖν, φησὶ, τῶν σοφῶν ἀκούονται ἐν ἀναπαύσει, τουτέστιν, ὅταν οἱ ἀκροαταὶ ἡδέως τὰ λεγόμενα καταδεξάμενοι τύχωσιν, ἀνάπαυσις γίνεται ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς· ἡ δὲ κραυγὴ τῶν ἀφρόνων, καταγνώσεως ἀξία τυγχάνει, κἂν ὦσί τινες δυνάσται· πληρωθεῖσα γὰρ ἡ ψυχὴ τῆς ἀνοίας, μετὰ κραυγῆς καὶ τεταραγμένως ἐκφέρει τοὺς λόγους, οὐ μεθ' ἡσυχίας, ἤ τινος τάξεως, ἢ καταστάσεως. Ἄλλως· Οἱ τῆς σοφίας ὑπηρέται θεῖοι ἀπόστολοι τῶν ἀκουόντων ἀνέπαυσαν τὰς ψυχάς· ἡ δὲ τῶν ἀφρόνων Ἰουδαίων ἔκτοπος κραυγὴ, τῶν φασκόντων, Ἆρον, ἆρον, σταύρωσον αὐτὸν, αὐτούς τε ἐκείνους ἀπώλεσε, καὶ τοὺς αὐτοῖς ἀκολουθήσαντας. "Ἀγαθὸν σοφία ὑπὲρ σκεύη πολέμου." Ἀγαθὸν μὲν καὶ πᾶν τὸ συνετοῦ βούλευμα, ὑπὲρ τὴν ἐκ τῶν ὅπλων ἐπικουρίαν. Πρὸς δὲ ἀναγωγὴν, Ἐδείχθη τῆς αὐτοσοφίας ἡ δύναμις, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ, τὰ τοῦ πολέμου σκεύη, τουτέστι τὸν διάβολον, καὶ τὰς δαιμονικὰς φάλαγγας καθελοῦσα· καὶ πάντα τὰ τῆς κακίας εἴδη ἄπρακτα δείξασα. "Καὶ ἁμαρτάνων εἷς ἀπολέσει ἀγαθωσύνην πολλήν." Ἀδὰμ ἥμαρτε, καὶ τῷ παντὶ γένει τὴν ἁμαρτίαν καὶ τὸν θάνατον διαδόσιμον γενέσθαι παρεσκεύασε, αὐτός τε τοῦ ἀγαθοῦ Θεοῦ τὴν εἰκόνα παραπολέσας, καὶ πολλοὺς τοιούτους ἀπεργασάμενος. Καὶ εἶς δὲ ἁπλῶς ἁμαρτάνων, τήν τε ἑαυτοῦ ἀγαθωσύνην ἀπόλλει, ἢν τυχὸν καὶ διὰ προτέρων ἀρετῶν ἐκτήσατο, καὶ πολλοὺς ἐπὶ τὴν ὁμοίαν ἐφέλκεται μίμησιν. ΚΕΦΑΛ. Ιʹ. "Μυῖαι θανατοῦσαι σαπριοῦσι σκευασίαν ἐλαίου ἡδύματος." Ἔλαιον σκευαστὸν, τὸ μύρον, ὡς καὶ Ἀκύλας ἐκδέδωκε· ἡ δὲ μυῖα ζῶον ἀκάθαρτον, τοῖς τραύμασι καὶ ταῖς σηπεδόσιν ἐφεζόμενον, καὶ τὰς τοῦ σώματος τομὰς ἐπιζητοῦν. Θανατοῖ δὲ ἡ μυῖα εἰς ἔλαιον μυρεψικὸν ἑαυτὴν ἐπιῤῥίπτουσα. Αὐτή τε γὰρ ἀποθνήσκει, καὶ τὸ ἔλαιον ἀφανίζει. Οἱ οὖν Ἰουδαῖοι τῶν ἰδίων ψυχῶν παραφρονήσαντες, μυῖαι θανατοῦσαι τυγχάνουσι, τὸν ἡδύπνοον τοῦ Σωτῆρος λόγον σαπρίσαι σπουδάσαντες, καὶ λαβὰς ἐφευρίσκειν κατ' αὐτοῦ ποθοῦντες 93.596 "Τίμιον ὀλίγον σοφίας ὑπὲρ δόξαν ἀφροσύνης μεγάλης." Πολλοὶ ἐν ἀφροσύνῃ ἐδοξάσθησαν· ὁ δεινὸς τὴν γλῶτταν, ἐν ἀδίκῳ συνηγορίᾳ· ὁ ἐν κόσμῳ πλούσιος περιφανὴς γενόμενος· οἱ τῆς ἔξωθεν σοφίας περὶ τὰ μάταια πονήσαντες. Ἀλλ' ἀσυγκρίτως ἀμείνων ὁ ἐναρχόμενος τῆς κατὰ Θεὸν σοφίας, καὶ εἰς ταύτην εἰσαγόμενος, καὶ θιγγάνειν αὐτῆς ἀρχόμενος, καὶ τῆς ἐν ἀφροσύνῃ δόξης παραφρονῶν. "Καρδία σοφοῦ εἰς δεξιὸν αὐτοῦ· καὶ καρδία ἄφρονος εἰς ἀριστερὸν αὐτοῦ." Καρδίαν τὸν νοῦν ἐκληπτέον· ἡ γὰρ σωματικὴ καρδία πάντως ἐν ἑνὶ τόπῳ κεῖται, ἐν τῷ καλουμένῳ διαφράγματι. Ὁ τοίνυν τοῦ σοφοῦ νοῦς ἀεὶ ἐπὶ τὰ δεξιὰ καὶ ἐπαινετὰ νεύει· ὁ δὲ τοῦ ἄφρονος ἐπὶ τὰ σκαιὰ καὶ ψεκτῶς ἕχοντα. "Καί γε ἐν ὁδῷ ὅταν ἄφρων πορεύηται, καὶ καρδία αὐτοῦ ὑστερήσει, καὶ ἃ λογιεῖται πάντα ἀφροσύνη ἐστί." Ἐν τῷ βίῳ τούτῳ ὁδῷ καλουμένῳ, ὁ ἄφρων ἐν ἀριστεροῖς ἔχων τὴν καρδίαν, ἀεὶ ὑστερεῖ, μὴ κατὰ σκοπὸν διώκων πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως· μηδὲ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, μηδὲ πρὸς τὸ τέλος ἐπειγόμενος. Ἀλλὰ κἂν δόξῃ πορεύεσθαι, ὑστερήσει, πάντα ἀτελῆ καὶ ἄλογα καὶ πράττων, καὶ λογιζόμενος. Εἰ δὲ καὶ τὴν ὁδὸν τῶν δικαιωμάτων ἐπιχειρήσει, ἢ προσποιήσεται μελετᾷν, τουτέστι τὰς θείας ἐντολὰς, ἐπειδὴ τὴν καρδίαν οὐκ εἰς τὰ δεξιὰ κέκλικε, ὑστερεῖ μήτε νοῶν τὰ ἐντεταγμένα, μήτε τι πράττων κατὰ τὸ τοῦ νομοθέτου βούλημα. "Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας." Πνεῦμα τοῦ ἐξουσιάζοντος τοῦ αἰῶνος τούτου, τῶν υἱῶν τῆς ἀπειθείας, οἵτινες οὐκ ἀναγκαστικῶς, ἀλλὰ προαιρετικῶς ὑπέταξαν ἑαυτοὺς τῇ τοῦ διαβόλου ἐξουσίᾳ καὶ τυραννίδι. Ἐὰν οὖν, φησὶ, τὰ ἄνω σοῦ φρονοῦντος, καὶ πρὸς τὰ ἄνω ὁδεύοντος, ἀναπηδήσῃ ἐπὶ σὲ πνεῦμα τοῦ ἐξουσιάζοντος, κατασπάσαι σου τὴν διάνοιαν τῆς πρὸς τὰ ἄνω πορείας βουλόμενος, ἀποκώλυσον, ἀπόκλεισον αὐτῷ τὰς ἀναβάσεις, μηδαμόθεν αὐτὸν εἰσδεχόμενος,