1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

38

πάσας αὐτῷ τὰς αἰσθήσεις ἀποφράττων, καὶ μήτε δι' ὀφθαλμῶν, μήτε δι' ὤτων, μήτε διὰ γλώττης, μήτε δι' ἄλλης αἰσθήσεως εἴσοδον αὐτῷ παρέχων. Τῶν γὰρ πρωτοπαθειῶν ἀναιρουμένων, ἀνυπόστατα τὰ ἀποτελέσματα. Εἰ δὲ καὶ κατὰ διάνοιάν τι ὑποβάλλῃ, τόπον σου μὴ ἀφῇς, ἀποκλείων μὲν τὴν πορνείαν διὰ σωφροσύνης, διὰ δὲ ἀγάπης τὸ μῖσος ἀποκρουόμενος· καὶ ὁμοίως ἕκαστον τόπον τῶν ἀρετῶν ἀσφαλιζόμενος. Ἐὰν γὰρ, φησὶν, ἐάσῃς καταπαύσας εἰς σὲ τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος, τουτέστι ἐπαναπαύσασθαι, πολλὰς καὶ μεγάλας ἁμαρτίας ἐπισωρεύσεις σου τῇ ψυχῇ. Ἄλλως, Ἐὰν προθεραπεύσῃς σου τὴν ψυχὴν διὰ τῆς τῶν ἀρετῶν ἐπιμελείας, 93.597 παλλὰς καταπαύσεις ἁμαρτίας· τοῦτο τὸ ἴαμα, οὐ συγχωροῦν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῆναι ἐπὶ σέ. "Ἔστι πονηρία, ἢν εἶδον ὑπὸ τὸν ἤλιον, ὡς ἀκούσιον ἐξῆλθε ἀπὸ προσώπου τοῦ ἐξουσιάζοντος. Ἐδόθη ὁ ἄφρων ὕψεσι μεγάλοις, καὶ πλούσιοι ἐν ταπεινῷ καθίσονται." Πρὸς μὲν ῥητὸν, ἑτέραν ὁρᾷ πονηρίαν ἐν τοῖς ἀνθρωπίνοις πράγμασι· τοὺς ἄρχοντας πολλάκις καὶ ἀκουσίως ἀποφαινομένους διὰ φόβον τινὸς μείζονος δυναστείας, καὶ δοξάζοντας μὲν τοὺς ἄφρονας, τῶν δὲ πλουσίων τὰς οὐσίας δημεύοντας διὰ τῶν ἀποφάσεων τῶν ἀκουσίων. Πολλάκις γὰρ βασιλικαῖς προστάξεσιν ἄρχοντες ἀκουσίως ὑπηρετήσαντο. Πρὸς δὲ διάνοιαν, Ἑκουσίως ἑαυτοὺς οἱ ἄνθρωποι εἰς φιληδονίαν ἐπιδεδωκότες, ἀκούσιόν τι λοιπὸν πράττειν ἀναγκάζονται, συνωθούμενοι ἐκ τοῦ ἐξουσιάζοντος τῶν υἱῶν τῆς ἀπειθείας, τουτέστι τοῦ διαβόλου· καταψηφίζεσθαι ὡς ἀδίκου τῆς δικαίας τοῦ Θεοῦ προνοίας, καὶ λέγειν, ∆ιὰ τί οἱ ἄφρονες ὑψηλοί τινες καὶ ἀπόβλεπτοι γίνονται, οἱ δὲ ἄνωθεν ἴσως που καὶ ἐκ γένους πλούσιοι εἰς πενίαν μεταβάλλουσιν; Ἡμῶν οὖν τινα πρὸς αὐτῷ ἑκουσίως οἷον μεθυόντων, ὁ εἰρημένος ἐξουσιάζων ὑποβάλλει καὶ τὰ ἀκούσια, τὸ ἐκ τῆς μέθης σκοτούμενον πορνεύειν καὶ τύπτειν· οὐδὲ γὰρ πάντως ἴνα ταῦτα πράξωμεν, μεθυσκόμεθα· ἀλλ' ἐπειδήπερ ἐμεθύσθημεν, καὶ ἄκοντες εἰς ταῦτα συνωθούμεθα· οὕτω καὶ φιληδονοῦντες περὶ τὰς ἀνέφικτα τοῦ Θεοῦ κρίματα πολλάκις σκανδαλιζόμεθα. "Εἶδον δούλους ἐφ' ἵπποις, καὶ ἄρχοντας πορευομένους ὡς δούλους ἐπὶ τῆς γῆς." Τὸ ἄστατον καὶ ἀγχίστροφον τῆς τοῦ βίου μεταβολῆς ἐδίδαξε, προτρέπων ἡμᾶς ἐπὶ τὰ μένοντα καὶ ἱστάμενα. "Ὁ ὀρύσσων βόθρον, ἐν αὐτῷ ἐμπεσεῖται." Πρὸς διάνοιαν μόνην βλέπει τὸ ῥητόν. Οὐ γὰρ πάντως καθ' ἱστορίαν συμβαίνει. Φησὶ δὲ, ὅτι Ὁ ἁμαρτάνων αὐτὸς πρῶτος τὴν ἑαυτοῦ ψυχὴν τιμωρεῖται· Ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· δι' ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται. Φησὶ δὲ ὁ νομοθέτης Μωσῆς περὶ τοῦ φονέως, Ποιήσατε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο κατὰ τοῦ πλησίον. "Καὶ καθαιροῦντα φραγμὸν, δήξεται αὐτὸν ὁ ὄφις." Φραγμὸς τῆς ψυχῆς ὁ θεῖος νόμος καὶ φόβος, καὶ ἡ τῶν δογμάτων ἀληθὴς γνῶσις. Ὁ τοίνυν καταφρονήσας τοῦ θείου φόβου, καὶ τὰς ἐντολὰς παραβαίνων, ἢ καὶ ψευδωνύμῳ γνώσει περιπίπτων ὑπὸ τῆς ἁμαρτίας, καὶ ταύτην ἐνεργοῦντος τοῦ ὄφεως, ἀφύλακτος ὢν καὶ γυμνὸς τῆς θείας χάριτος, δηχθήσεται. 93.600 "Ἐξαίρων λίθους διαπονηθήσεται ἐν αὐτοῖς." Ὁ τὴν οἰκίαν αὐτοῦ οἰκοδομῶν διὰ τῶν ἀρετῶν, λίθους συνάγει, καὶ καλῶς οἰκοδομεῖ· ὁ δὲ καταλύων τὰ ἤδη κτισθέντα, διὰ ῥᾳστώνης καὶ χαυνώσεως ἐξαιρεῖ λίθους, καὶ πονεῖ, καὶ κινδυνεύει. Ἄλλως, Λίθοι ἅγιοι παρὰ τῷ προφήτῃ Ζαχαρίᾳ οἱ ἅγιοι ἄνδρες κέκληνται. Ὁ τούτους ἐξαίρων, τουτέστι διώκων, ἢ καὶ ἀποκτείνων, διαπονεῖ, ἀντὶ τοῦ, ὄλεθρον ἐπισπᾶται καθ' ἑαυτοῦ, ὡς ὁ Ἡρώδης τὸν Ἰωάννην φονεύσας. "Σχίζων ξύλα κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε, καὶ δυνάμεις δυναμώσει, καὶ περισσεία τοῦ ἀνδρείου σοφία." ∆ιὰ συμβόλων καὶ διὰ τῶν αἰσθητῶν ἐπὶ τὰ νοούμενα ἡμᾶς χειραγωγεῖ. Ὁ τῷ λόγῳ τοίνυν τῷ διδασκαλικῷ ὥσπερ σιδήρῳ χρώμενος, καὶ διασχίζειν τὰς θείας Γραφὰς, τὰ εὐώδη ξύλα, πειρώμενος, ἐὰν ἐκπέσῃ τοῦ σκοποῦ τοῦ ἁγίου Πνεύματος, καὶ μὴ κατὰ τὸ τοῦ νομοθέτου βούλημα ὀρθοδοξαστικῶς διερμηνεύσῃ, ἀλλὰ διαπέσῃ αὐτοῦ λόγος,